Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
πάντως δήπου χρῆν αὐτοὺς σωφροσύνης κατάρχειν, καὶ τὰ λυσιτελῆ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις ὑποτίθεσθαι. οἶ δὲ τούτων μὲν οὐδέν· ἄκουε δ’ οἷα ἐκφαίνει ὁ τὰ ἀρρητότερα τῶν ἀρρήτων διηρευνηκὼς καὶ τῶν ἀπορρήτων ἀξιωθεὶς τῆς γνώσεως.
τοτὲ μὲν οὖν τινὰς τῶν ἀγαθῶν τούτων δαιμόνων φησὶν ἐρωτικαῖς ἡδυπαθείαις ὑπηρετεῖσθαι, τοτὲ δ’ ἑτέρους τυμπάνοις καὶ αὐλοῖς καὶ θηλειῶν πατάγοις χαίρειν , ἄλλους δὲ αὖ πάλιν μάχαις καὶ πολέμοις ἀγάλλεσθαι , καὶ κυνηγεσίοις τὴν Ἄρτεμιν καὶ τοῖς ἀπὸ γῆς καρποῖς τὴν Δῃῶ· θρηνεῖν δὲ τὸν Ὄσιριν εἰσέτι νῦν τὴν Ἶσιν καὶ τὸν Ἀπόλλω μαντεύεσθαι. τοιαῦται ὧν φασιν ἀγαθῶν δαιμόνων αἶ εἰς ἀνθρώπους ὠφέλειαι. δέχου δὲ καὶ τούτων τὰς ἀπο- δείξεις
καὶ μήποτε διὰ τοῦτο τρίμορφος τριμερής τε καὶ ἡ ψυχή. ταύτης δὲ τὸ μὲν θυμοειδὲς , τὸ δὲ ἐπιθυμητιχόν· ὅθεν καὶ πρὸς τὰ ἐρωτικὰ καλεῖται. ταῦτα οὐκ ἐμὰ, μήτοι νομίσῃς, τοῦ δὲ προειρημένου συγ- γραφέως ἀκήκοας, οὗ πάλιν ἐστὶ καὶ ταῦτα
‘Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους· καὶ δίκαιον εἶσθέντεσ διέναι ἀξιοῦντες τὸν θεράποντα, τἄδικα αὐτοὶ σελευσθέντεσ δρᾶν ὑπομένουσι, καὶ καθαρῷ μὲν μὴ ὄντι
Εὕροις δ’ ἂν καὶ ταῦτα ἐν τῇ Πρὸς Ἀνεβῶ τὸν Αἰγύπτιον τοῦ αὐτοῦ ἐπιστολῇ. ἐν δὲ τῇ προλεχθείσῃ πραγματείᾳ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας προστίθησι τοῖς εἰρημένοις λέγων ὧδε
“Καὶ μὴν ὅ τι ἑκάστῳ ἐπιτέτακται αὐτοὶ δεδηλώκασιν, ὥσπερ ὁ Διδυμαῖος διὰ τούτων· ἦν δ’ ἡ πεῦσις εἰ δεῖ ὀμόσαι τῷ ἐπαγαγόντι τὸν ὅρκον·)
εἰ δὴ οὖν ‘αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος” μέλεται τῇ μητρὶ τῶν θεῶν, ἀσκητέον δὴ ταῦτα πάσης ἀρετῆς ἀφεμένους, ὅτι μηδὲν σωφροσύνης μηδέ τινος ἄλλης θεοφιλοῦς πράξεως μέλεται τῇ προειρημένῃ, ὡς καὶ τῇ Ἀθηνᾷ μόθοι καὶ μάχαι καὶ πόλεμοι, ἀλλ’ οὐκ εἰρήνη καὶ τὰ ἐν εἰρήνῃ πράγματα. καὶ τῇ Λητωίδι δὲ κούρῃ , τῇ Ἀρτέμιδι , μελέσθων αἶ βαλίαι σκύλακες, διὰ τὸ κατ’ ἀγροὺς κυνηγὸν οὖσαν τοῖς θηρσὶ πολεμεῖν, ὡς καὶ ταῖς ἄλλαις τὰ κατειλεγμένα. τί οὖν δὴ ταῦτα πρὸς τὸν θεοφιλῆ καὶ μαχάριον συντείνοι ἂν βίον; ἐπίσκεψαι δὲ πότερά σοι θείας εἷναι δοκεῖ φύσεως , ἢ φαύλης καὶ μοχθηροτάτης, τὰ ἑξῆς ἐπιλεγόμενα