Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Τοσαῦθ’ ὁ Πλούταρχος ἐν οἷς ἐσπούδασε ‘‘Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων,” πρὸς τοῖς ἄλλοις καὶ θνήσκειν παριστὰς τοὺς δαίμονας, ὃ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραθήσομαι.
τέως δὲ φέρε συλλεξώμεθα ὅσα ἄλλα περὶ τῆς τῶν ἀγαθῶν, ὥς φησι, δαιμόνων δυνάμεως τε καὶ ἐνεργείας αὖθις ὁ τὴν καθ’ ἡμῶν συσκευὴν πεποιημένος ἐν οἷς ἐπέγραψε “ Περἰ τῆς ἐκ λογίων φιλοσοφίας ἐκτίθεται μάλιστα γὰρ αὐτῷ καὶ νῦν ὥσπερ οὖν καὶ πολλάκις μάρτυρι χρήσομαι καὶ ἐλέγχῳ τῆς περὶ οὓς ὑπολαμβάνουσι θεοὺς πλάνης, ὡς ἂν ἐκ τῶν οἰκείωυ βελῶν καὶ τοξευμάτων βαλλόμενοι καταισχύνοιντο.
οὕτως γὰρ καὶ γένοιτ’ ἂν ἡμῖν ἐξ αὐτῶν τῶν τοῖς θεοῖς c προσφιλῶν, καὶ δὴ καὶ εὐσεβῶν νενομισμένων, ἀκριβῶς τε τὸν περὶ τῶν οἰκείων λόγον διηρευνηκότων, ἀνελλιπὴς καὶ ἀπαραίτητος ἡ τῶν προκειμένων ἀπόδειξις.
γράφει δὲ ταῦτα ὁ δεδηλωμένος ἐν οἷς ἐπέγραψε “ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ” ἔνθα
τίνα δὲ ἦν τὰ τοιαῦτα; τὸν Πᾶνα Διονύσου φησὶ θεράποντα εἶναι, τοῦτον δὲ τῶν ἀγαθῶν ὄντα δαιμόνων ἐπιφ- νέντα ποτὲ τοῖς κατ᾿ ἀγρὸν γεωπουοῦσι. τί χρῆν ἀγαθὸν ὄντα παρασχεῖν ἢ πάντως ἀγαθοῦ τινὸς παρουσίαν τοῖς τῆς θεοφανείας τοῦ ἀγαθοῦ κατηξιωμένοις;
ἆρ᾿ οὖν ὑπῆρξεν ἀγαθόν τι τοῖς θεαταῖς τοῦ ἀγαθοῦ δαίμονος, ἢ κακὸν εἰλήχασι δαίμονα, ἔργῳ τῆς πείρας ᾐσθημένοι; φησὶ γοῦν ὁ θαυμάσιος μάρτυς τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν θάνατον ὑπομεῖναι λέγων ὧδε
“Ἤδη δὲ καὶ ἐν ἄλλοις οἱ μὲν θεράποντές τινων ἀνεδείχθησαν, ὡς ὁ Πὰν τοῦ Διονύσου· δεδήλωλκε δὲ τοῦτο ὁ ἐν Βραγχίδαις Ἀπόλλων διὰ τούτων. ἐννέα γὰρ εὑρέθησαν ἀποθανόντες· πυνθανομένων οὖν τῶν τὸν ἀγρὸν οἰκούντων τὴν αἰτίαν ἔχρησεν ὁ θεὸς
Ἀκήκοας οἷκα τοῦ δαίμονος, οὗ φησιν ἀγαθοῦ, τό τε σχῆμα καὶ τὰς πράξεις ὁ έν Βραγχίδαις ξεν Ἀπόλλων· θέα δὴ καὶ τῶν λοιπῶν τὰ γενναῖα