Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν , εἴ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου · ἢ Ἀντιόχῳ τῷ Παρίω ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν

Ἀντίοχ’ , εἰς Θάσον ἐλθὲ, καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας,

Ἀντίοχ’, εἰς νοῦν ἐλθὲ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου.

v.1.p.260

ἢ τοῖς ἥκουσι Κρητῶν

  • Φαιστοῦ καὶ Τάρρας ναέται, Δίου τε πολύρρου,
  • Πυθωον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν
  • εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε,
  • ὄλβον μὴ πατρίοισι νόμοις , καὶ Ζῆνα σέβοντες.
  • οἶς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν

  • λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τύφου
  • οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν
  • εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε,
  • ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες.
  • ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φαντα- ζόμενος.

    Διὰ τί δὲ, (6 σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἶ Λακεδαιμονίων βασιλεῖς,

  • εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι
  • ἥμισυ δάσσωνται, πολὺ λώιον ἔσσεται αὐτοῖς,
  • ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι ; οὐ γὰρ δὴ αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι , ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃ- σταῖς.”

    Ταῦτα μὲν οὑν ὧδε ἐχέτω. φέρε δὲ τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον , ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰ- σχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν ἂν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον ’ καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὃμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων’ ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων

    v.1.p.261
    ποιητὴν γεγενημένον. ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει

  • “ ’Αθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὢ Τελεσίκλεις,
  • ἔσσετ’ ἐν ἀνθρώποις.
  • ὁ δὲ παῖς ἦν Ἀρχίλοχος.

  • ἔσται σοι κοῦρος, Μνησαρχίδῃ , ὅντινα πάντες
  • ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει,
  • καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται.
  • ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δὲ

  • σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν
  • ἠελίων δισσῶν, ἡ δ’ ἀθανάτοις ἰσόμοιρος,
  • ζῶν καὶ ἀποφθίμενος.
  • καὶ διὰ ταῦτα ἤκουεν
  • ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι.
  • λέγει δὲ οὐκ ἄνθρωπος , ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ

  • ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν.
  • ἄγε οὖν, ὦ θεὲ, μὴ περιίδῃς μηδ’ ἡμᾶς. ἐπιθυμοῦμεν γὰρ, εἰ μή τι ἀδικοῦμεν, οἶ μὲν Κλεοῦς ἐσθλοῦ, οἷ δὲ στεφάνων ἱερῶν , οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἶ δὲ αὐτῆς ἀθανασίας.

    τί ποτ’ οὖν ἦν τοῦτο δι’ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; μὴ φθονήσῃς , ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. τί πράττειν κελεύεις ἡμᾶς ; ἢ δηλαδὴ τὰ Ἀρχιλόχου , εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας,

    λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσιν· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου.

    καὶ οὐδὲν ἴσως θαυμαστόν. διὰ γὰρ

    v.1.p.262
    τὴν ἐν τούτοις ὑπεροχὴν εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως καὶ ἔθνη εὐνόμως συνεστᾶσιν.

    οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φουεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ’ ὑμῶν φωνῆς , ἄνδρα φωνάεντα ἀποκτείνας.

    οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλὴ, οὐδ’ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῆ ’ Μουσάων γὰρ ἀπέκτεινε θεράποντα.

    οὔκουν ἔμοιγ’ ἐφάνης ἐπαμύνων τῷ ποιητῇ ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων, καίτοι ἀπορῶν καὶ ἀκοῦσαι ἐπιθυμῶν οὐχ ὅτι ἐστεφανοῦτο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ’ ὅτι αὐτοῦ κλέος ὄρουσεν, ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο.

    ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα, καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήδευεν , ἐφ’ ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐραστὴς, ἀλλ’ ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν.

    εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπόλει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα ’ εἰ δὲ καὶ δίχα τούτων ἐστί τις καὶ θεῶν ψῆφος , καὶ αὕτη πιστὴ , καὶ οὐχ ἥττων τῆς τῶν τυράννων, οὐδὲ τῆς τῶν ὄχλων, φέρε , φράσον σὸν ἡμῖν ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἔνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαίνων.

    οὐ γὰρ δὴ οὐκ εἰσὶ καὶ νῦν ἕτοιμοι κωμῳδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε

    v.1.p.263
    ὁ Θυέστης οὔτε ὁ Οἰδίπους οὔτε ὁ Φινεὺς ἐκεῖνος , οὐδ’ ἂν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν, ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι , εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης 5 ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλὴς, ἐμελῆσαι ἂν τῶν κακῶν ἐκείνων, καὶ οὐκ ἐπὶ τὸ κρείττονα φρονεῖν, ἀλλ’ ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι·

    καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὂγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν , ἵν ἐλθόντες καθίζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν πυκτῶν ἐν τῇ τοῦ Δῖός αὐλῇ· ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής.

    φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦπου γάρ τις οὐρανία ἦν καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμε

  • πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστι·
  • Μίνωος δ’ ἀπὸ γῆς, οὔτε σχεδὸν οὔτ’ ἀπὸ τηλοῦ,
  • ἐν τῇ σοι μοῖρ’ ἐστὶ τελευτῆσαι βιότοιο,
  • εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐπακούσας
  • ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον ὕμνον.