Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλ’ ἐπεὶ τῶν μάλιστα παρὰ Ἓλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἶς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησε τὸ βοώμενον ἐκεῖνο,

  • ἥκεις, ὢ Λυκόεργε, ἐμόν ποτὶ πίονα νηὸν,
  • Ζηνὶ φίλος καὶ πᾶσιν Όλύμπια δώματ’· ἔχουσι·
  • δίζω ἤ σε θεὸν μαντεύσομαι, ἢ ἄνθρωπον·
  • ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι· ὠ Λυκόεργε,
  • ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι
  • δώσω ,
  • καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα τίνα ποτὲ συνεῖδεν ὁ προδηλωθεὶς ἔλεγχος ἐποπτεύσωμεν. γράφει δὲ ὧδε

    “ Ἀλλὰ σὺ τὸν Τυρταῖον προκαθηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σὲ ἥκειν ἔφης ἔκ κοίλης Λακεδαίμονος Ζηνὶ φίλον καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι , δίζεσθαί τε εἰ θεὸν αὐτὸν μαντεύσῃ, ἢ ἄνθρωπον, ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν, ὅτι ἦλθεν εὐνομίην αἰτήσων.

    καὶ πῶς, εἰ θεὸς, οὐκ ἠπίστατο νόμον πολιτικὸν ὁ φίλος τοῦ Δῖός καὶ πάντων τῶν Ὀλυμπίων; ἀλλ’ ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται , ἃ δέδεικται τῷ θειοτάτῳ ἀνθρώπων ὑπὸ τῆς θεοῦ φωνῆς , φέρε ἴδωμεν τὴν θείαν φωνὴν, καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον

    v.1.p.257
  • ἥκεις εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι
  • δώσω.
  • δὸς, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην.

  • ὡς ἂν μαντείῃσιν ὑποσχέσιάς τε καὶ ὅρκους,
  • καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε,
  • ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες,
  • Τυνδαρίδας δ’ ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλους
  • ἀθανάτους ἥρωας , οἳ ἐν Λακεδαίμονι δίῃ,
  • οὕτω δή χ’ ὑμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς.
  • Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας· καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ στόλος, οὐδὲ ὅπως εἰς Δελφοὺς ἐκ Πελοποννήσου , ἀλλ’ οὐδ’ εἰς Ὑπερβορέους αὐτοὺς, ὅθεν ἀφῖχθαι λέγουσι κατὰ χρησμὸν Ἁστερίας ἄλλης μάντεως

  • οἰκητὰς Δήλοιο θυώδεος ἠδ’ ἱερῆας.
  • δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθὴν, οὐδὲ σύνθωκος πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ’ ὧν καὶ παρ’ ἧς εἶχε καλλίω τούτων ἀκοῦσαι καὶ σοφώτερα.

    τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. εἰ οἱ μὲν εὖ ἡγοῖντο, οἱ δ’ ἕποιντο, οὐκέτι φήσω τοῦ αὐτοῦ εἶναι συνθώκου τοῦτο, καὶ ἀξιώσω τὸν Λυκοπυργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν Σπάρτην.

  • εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ’ ἀλλήλων ἀπέχουσαι,
  • ἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶκον ἄγουσα,
  • ἡ δ’ ἐπὶ δουλείας φυκτὸν δόμον ἡμερίοισι ’
  • καὶ τὴν μὲν διά τ’ ἀνδροσύνης ἱερῆς θ’ ὁμονοίας
  • ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον,
  • τὴν δὲ διὰ στυγερῆς ἴριδος καὶ ἀνάλκιδος ἄτης
  • εἰσαφικάνουσι . . . ,
  • τὴν δὲ πεφυλάχθαι.

    μάλιστα ἀνδρείους εἶναι κε-

    v.1.p.258
    λεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν ’ ἀλλὰ καὶ ὁμόφρονας ’ τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ’ ἤδη καὶ παρ’ αὐτῶν τῶν στασιαξόντων. ὥστε ιούτου μὲν τοῦ παρεγγυήματος ἀφίεμέν σε.

    καίτοι μάντις ὢν οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτὸ , οὔτε τῆς δάφνης ἐμφαγόντων οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων, οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων;

    λέγ’ οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης , τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει , καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ. καλὴ μὲν γὰρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φοβερά. ”

  • Τούτοις προστίθησι λέγων
  • Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν

  • Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτου.
  • περὶ δὲ παίδων

  • Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα·
  • λάβδα κύει, τέξει δ’ ὀλοοίτροχον.
  • περὶ δὲ ἀποικίας

  • στέλλ’ ἐπὶ χρυσείους ἄνδρας πολυεθνέα λαὸν,
  • ὤμοις μὲν χαλκὸν προφέρων, χερσὶν δὲ σίδηρον.
  • περὶ δὲ κενῆς δόξης

  • γαίης μὲν πάσης τὸ Πελασγικὸν οὖδας ἄμεινον·
  • ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες,
  • ἄνδρες θ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.
  • καί μοι δοκεῖς οὐδὲν τόν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. ἀλλὰ τῶν μὲν οὐδὲν ἔγωγε ἐθαύμασ, εἰ μισθοῦ τραχηλίζουσι , σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων , εἰ μισθοῦ τραχηλίζονται.

    εἶθ’ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς

    v.1.p.259
    τὸν ἐρωτήσαντα πότερον γαμήσει ἢ μὴ, ἀλλ’ ὅτι με- τανοήσει ἀμφότερα· πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων οὐκ εὖ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς ἂν αὐτῷ γένοιντο.

    ἑτέρου δὲ ἀπο- δημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν αὐτὸν οἴκοι οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι ’ τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισι, τὴν δὲ ἀμαθίαν μεθ’ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών·

  • εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα
  • οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.
  • Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις ἰατρικὸν, ἀλλ’ οὐ μαντικὸν.

  • Ἐργῖνε Κλυμένοιο πάι Πρεσβωνιάδας,
  • ὄψ’ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης
  • ἱστοβοῆι γέροντι νέαν ποτίβαλλε κορώνην.
  • γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάν- τεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. ἀλλ’ ἡ ἐπιθυμία τοὺς βλᾶκας ἐξίστησι. ”