Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἑτέρου δὲ ἀπο- δημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν αὐτὸν οἴκοι οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι ’ τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισι, τὴν δὲ ἀμαθίαν μεθ’ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών·

  • εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα
  • οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.
  • Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις ἰατρικὸν, ἀλλ’ οὐ μαντικὸν.

  • Ἐργῖνε Κλυμένοιο πάι Πρεσβωνιάδας,
  • ὄψ’ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης
  • ἱστοβοῆι γέροντι νέαν ποτίβαλλε κορώνην.
  • γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάν- τεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. ἀλλ’ ἡ ἐπιθυμία τοὺς βλᾶκας ἐξίστησι. ”

    Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν , εἴ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου · ἢ Ἀντιόχῳ τῷ Παρίω ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν

    Ἀντίοχ’ , εἰς Θάσον ἐλθὲ, καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας,

    Ἀντίοχ’, εἰς νοῦν ἐλθὲ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου.

    v.1.p.260

    ἢ τοῖς ἥκουσι Κρητῶν

  • Φαιστοῦ καὶ Τάρρας ναέται, Δίου τε πολύρρου,
  • Πυθωον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν
  • εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε,
  • ὄλβον μὴ πατρίοισι νόμοις , καὶ Ζῆνα σέβοντες.
  • οἶς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν

  • λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τύφου
  • οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν
  • εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε,
  • ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες.
  • ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φαντα- ζόμενος.

    Διὰ τί δὲ, (6 σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἶ Λακεδαιμονίων βασιλεῖς,

  • εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι
  • ἥμισυ δάσσωνται, πολὺ λώιον ἔσσεται αὐτοῖς,
  • ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι ; οὐ γὰρ δὴ αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι , ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃ- σταῖς.”

    Ταῦτα μὲν οὑν ὧδε ἐχέτω. φέρε δὲ τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον , ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰ- σχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν ἂν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον ’ καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὃμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων’ ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων

    v.1.p.261
    ποιητὴν γεγενημένον. ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει