Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καίτοι μάντις ὢν οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτὸ , οὔτε τῆς δάφνης ἐμφαγόντων οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων, οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων;
λέγ’ οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης , τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει , καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ. καλὴ μὲν γὰρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φοβερά. ”
Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν
περὶ δὲ παίδων
περὶ δὲ ἀποικίας
περὶ δὲ κενῆς δόξης
καί μοι δοκεῖς οὐδὲν τόν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. ἀλλὰ τῶν μὲν οὐδὲν ἔγωγε ἐθαύμασ, εἰ μισθοῦ τραχηλίζουσι , σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων , εἰ μισθοῦ τραχηλίζονται.
εἶθ’ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς