Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ δ’ οὐχ ὑπὸ ἀγνοίας, ἀλλ’ ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζε, βαβαὶ οἶα τὰ θεῖα παίγνιά ἐστιν. εἰ δ’ οὐδὲ τοῦτο, ἀλλ’ ὅτι ἐχρῆν οὕτω γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δ’ ὅμως , εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ᾄδων; τί δὲ σοῦ ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἶ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; τί δὲ σὺ κνισιᾶς;’’

Τοιαῦτα τῆς Οἰνομάου παρρησίας τὰ τῆς τῶν γοήτων φωρᾶς, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας. οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δ’ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα · ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι, καὶ πρώτου γε δι’ οὗ φησιν ὁ αὐτὸς ἑαυτὸν ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε

“ Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν καὶ μὴ σεμνύνεσθαι ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινήν παραπληξίαν , καὶ τὴν ἐμπορίαν εἰ πεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὠ Κλάριε, παρὰ σοῦ·

  • ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος Ἡρακλήιος
  • πάντ’ ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδὸν,
  • οὐδ’ ὀλιζοῦται, βέβριθε δ’ ὑδάτεσιν διηνεκές.
  • v.1.p.247

    εἶτ’ ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέους ἐφυσήθην , καὶ τοῦ Ἡρακληίου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν Τρηχῖνα, καὶ ῥηιδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον.

    εἶτά μοι ἐπερομένῳ εἴ μοι συναίρονται οἶ θεοὶ 5 εἶς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεοὺς, ή μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινὶ ἐμπόρῳ.

    ἐγὼ οὖν ὡς ἤκουσα, πῶς οἴει ἠγανάκτησα , ὡς δὴ τῆς ἀρετῆς ὑπ’ αὐτοῦ ἀποστερούμενος; ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἰ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ηρακλέους· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν, καὶ κέρδους ἐφίεσθαι, καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν.