Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἐπειδὴ οὖν τὰ τοσαῦτα προδεδάνειστο τῷ θεῷ, ταῖς τῆς εὐσεβείας εἰκότως Λυδὸς ὁ Λυδὸς ἐπιθαρσῶν μεγαλουργίαις στρατεῦσαι ἐπὶ Πέρσας διανοεῖται, αὐξῆσαι τὴν ἀρχὴν εἰς μέγα τῇ τοῦ θεοῦ συμμαχίᾳ προμηθούμενος.
τί οὖν ὁ θαυμάσιος χρησμῳδός; αὐτὸς ἐκεῖνος ὁ ἐν Δελφοῖς, ὁ Πύθιος, ὁ φίλιος , τὸν ἱκέτην , τὸν εὐσεβῆ, τὸν πρόσφυγα, οὐχ ὅπως τῆς ἀλλοτρίας τυχεῖν ἀρχῆς, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπεσεῖν παρασκευάζει, οὔ τι ἑκὼν, ἔμοιγε δοκεῖ, ἀγνοίᾳ δὲ μᾶλλον τοῦ ἀποβησομένου· (μὴ γὰρ τὸ μέλλον εἰδὼς ὁ θεὸς, ἐπεὶ μὴ
Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγαναχτεῖ ἄκουε
“Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κραταιρίνοιο χελώνησ ἑψομένης ψάμμου ἄξιον ἐπίστημά ἐστιν, οὐκ ἀληθὲς μὲν ὂν οὐδ’ αὐτὸ, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι , καὶ τὸ Λύδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ ·
ὃς μετ’ ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἀνερωτᾶν σε εἰ στρατεύοι ἐπὶ Πέρσας , καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾧ οὐκ ὤκνησας εἰπεῖν ὅτι
ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν εἴ τι ἄτοπον πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλοτρίαν ἀρχὴν , οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ δέον ἐπαινεῖν σε ἐπὶ τῷ τραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν ὡς οὐδὲ ἰσόρροπον φωνὴν ἀφέντα, ἵν ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ ‘καταλῦσαι’ καθ’ ἴνα τρόπον ἔστι νοεῖσθαι πρὸς τῶν Ἑλλήνων , οὐ τὸ τῆς οἰκείας ἀρχῆς
ὁ μὲν γὰρ ἡμίμηδος ἢ ἡμιπέρσης Κῦρος , ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ , πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικὴν, εἴπερ οὐκ ᾔδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μάντις.