Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ποῦ γάρ σοι τὸ ἐν Δελφοῖς ἱερὸν παρὰ πᾶσιν Ἕλλησιν ἐξ αἰῶνος βεβοημένον; ποῦ ὁ Πύθιος; ὁ Κλάριος; ποῦ καὶ ὁ Δωδω-

v.1.p.160
ναῖος; τὸ μέν γε Δελφικὸν χρηστήριον τρίτον ὑπὸ Θρᾳκῶν ἐμπρησθῆναι κατέχει λόγος , οὐδὲν τοῦ μαν- τείου εἰς τὴν τοῦ μέλλοντος γνῶσιν, ἀλλ’ οὐδὲ τοῦ Πυθίου τὰ οἰκεῖα προφυλάξασθαι δεδυνημένου. ταυτὸν δὲ παθεῖν καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἱστορεῖται κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ’ οὓς λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρη- σμὸν ὑπομεῖναι· ἀμφὶ δὲ Ἰούλιον Καίσαρα τὸ μέγα τῶν Ἑλλήνων καὶ Ὀλυμπικὸν ἄγαλμα, τὸ ἐν αὐταῖς Ὀλυμπιάσι, κεραυνῷ πρὸς τοῦ θεοῦ βληθὲν ἀναγράφουσι· καὶ ἄλλοτέ φασι τὸν νεὼν τοῦ Καπιτωλίου Δῖός ἐμπρησθῆναι· καὶ τό γε Πάνθεον ὑπὸ κεραυνοῦ διαφθαρῆναι, τό τε Ἀλεξανδρείᾳ ὁμοίως καταφλεχθῇναι.

καὶ τούτων παρ’ αὐτοῖς Ἕλλησιν ἀνάγραπτοι φέρονται μαρτυρίαι. μακρὸς δ’ ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ’ ἕκαστον ἐξαριθμεῖσθαι, παριστάναι πειρώμενος ὅτι μηδὲ τοῖς οἰ- κείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυ- νατοὶ πεφώρανται · οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμ- φοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ’ ἂν ποτε κἂν ἄλλοις ἐπαρκέσειαν.

ἕν δέ τι προσθεὶς τοῖς εἰρημέμνοις μέγιστον ἂν εἴη καθεωρακὼς κεφάλαιον, ὡς ἤδη καὶ τῶν ἄγαν θεοφόρων, αὐτῶν δὴ τῶν μάλιστα ἱεροφαντῶν θεολόγων τε αὐτοῖς καὶ προφητῶν, πλείους οὐ μόνον πάλαι , ἀλλὰ καὶ ἔναγχος καθ’ ἡμὰς αὐτοὺς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βα- σάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν τὴνπᾶσαν ἐξέφηναν πλάνην ἀνδρῶν ἀπάταις γίγνεσθαι, γοητείαν τετεχνασμένην τὸ πὰν εἶναι ὁμολογήσαντες · οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς καὶ τὰς μεθόδους τῆς κακοτεχνίας ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν ἀφεθείσαις φωναῖς ἐνεγράψαντο.

διὸ

v.1.p.161
δὴ καὶ τὴν ἀξίαν τῆς ὀλεθρίου πλάνης δίκην ἐκτί- σαντες πάντα λόγον ἀνεκάλυψαν, αὐτοῖς ἔργοις τὴν τῶν δηλουμένων ἀπόδειξιν πιστωσάμενοι. ὁποῖοι δὲ ἦσαν οὗτοι; μὴ δὴ νόμιζε τῶν ἀπερριμμένων καὶ ἀφανῶν τινάς · οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστῆς ταύτης καὶ γενναίας φιλοσοφίας ὡρμῶντο, τῶν ἀμφὶ τὸν τρίβωνα, καὶ τὴν ἄλλην ὀφρῦν ἀνεσπακότων, οἶ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ἡλίσκοντο πόλεως, οἱ δὴ μάλιστα καὶ ἐπὶ ταῖς καθ’ ἡμῶν ὕβρεσιν ἐν τῷ καθ’ ἡμᾶς διωγμῷ λαμπρυνόμενοι ἴσμεν δὲ καὶ τὸν φιλόσοφον ὁμοῦ καὶ προφήτην τὰ ὅμοια τοῖς εἰρημένοις κατὰ τὴν Μίλητον ὑπομείναντα.

Ταῦτα δή τις καὶ τούτων ἔτι πλείω συνάγων εἴποι ἂν μὴ θεοὺς εἶναι, μηδὲ μὴν δαίμονας, τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους , πλάνην δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων.