Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ ἦσάν γε παρ’ αὐτοῖς Ἕλλησιν ὅλαι διὰ φιλοσοφίας διαπρεπεῖς αἱρέσεις ταύτης προιστάμεναι τῆς δόξης, ὡς οἶ ἀπὸ τοῦ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου, , κυνικοὶ τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τε σπαργάνων, παῖς παρὰ πατρὸς θεοὺς εἶναι τοὺς δηλουμένους παρειληφότες , οὐ θατέρᾳ ληπτοὶ γεγόνασιν, ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα χρηστήρια καὶ τὰ παρὰ πᾶσι μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν, ἀνωφελῆ τε εἶναι ἀπεφήναντο καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν
μυρίων δὲ ὄντων—καὶ διὰ πλειόνων τὴν τῶν μαντείων ἀνατροπὴν πεποιημένων , ἐξαρκεῖν ἔμοιγε μαρτυρίας χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ ἴ’ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων
“Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ τοιαύτην τινά. μὴ γὰρ ἂν τὰς τῶν μάντεων προρρήσεις ἀληθεῖς εἶναί φησιν, εἰ μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο· ὃ καὶ αὐτὸ πολλῆς εὐηθείας μεστόν ἐστιν. ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προρρήσεις, ἢ ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος, τοῦ πάντα γίνεσθαι καθ᾿ εἱμαρμένην, καὶ οὐχὶ ὁμοίως ἂν ψευδοῦς ῥηθέντος καὶ αὐτοῦ· ἐπειδὴ καὶ τὸ ἐναντίον, λέγω δὲ τὸ μὴ πάντα ἀποβαίνειν τὰ προαγορευθέντα, μᾶλλον δὲ τὰ πλεῖστα αὐτῶν ἡ ἐνάργεια δείκνυσιν.
οὕτω τὴν ἀπόδειξιν ἡμῖν Χρύσιππος κεκόμικε, δι᾿ ἀλλήλων κατασκευάζων ἑκάτερα. τὸ μὲν γὰρ πάντα γίγνεσθαι καθ᾿ εἱμαρμένην ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται, τὸ δὲ εἶναι μαντικὴν οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προλάβοι τὸ πάντα συμβαίνειν καθ᾿ εἱμαρμένην.
ποῖος δ᾿ ἂν μοχθηρότερος τρόπος ἀποδείξεως τούτου γένοιτο; τὸ γὰρ ἀποβαίνειν τινὰ κατὰ τὴν ἐνάργειαν ὧν προλέγουσιν οἱ μάντεις, οὐ τοῦ μαντικὴν ἐπιστήμην εἶναι σημεἲον ἂν εἴη, ἀλλὰ τοῦ τυχικῶς συμπίπτειν ταῖς προαγορεύσεσι συμφώνους τὰς ἐκ- βάσεις· ὅπερ οὐδεμίαν ἡμῖν ἐπιστήμην ὑποδείκνυσιν.