Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταῦτα ἐν ἀπορρήτοις τῆς ἐκ λογίων φιλοσοφίας ὁ δηλωθεὶς ἀνὴρ τέθειται. οὐκέτ’ ἄρα ὁ Πὰν σύμβο- λον ἦν τοῦ παντὸς, δαίμων δ’ ἂν εἴη τις τοιοῦτος οἷος καὶ ὑπογέγραπται ὁ καὶ τὸν χρησμὸν ἐκδούς · οὐ γὰρ δὴ τὸ πᾶν καὶ ὁ σύμπας κόσμος ἔχρησε τὰ προ- κείμενα. τούτου τοιγαροῦν τοῦ δαίμονος, ἀλλ’ οὐ τοῦ παντὸς τὴν εἰκόνα ἐκτυπώσαντες ἄνδρες τὸ προγεγραμμένον ἐμιμήσαντο σχῆμα.

καὶ ὁ Ἑρμῆς δὲ πῶς ἂν νοοῖτο ὁ τῶν ἁπάντων ποιητικός τε καὶ ἑρμηνευτικὸς λόγος, μητέρα Μαῖαν τὴν Ἄτλαντς ὁμολογῶν ἐσχηκέναι, τήν γε περὶ αὐτοῦ λεγομένην μυθολογίαν, ἀλλ’ οὐ φυσιολογίαν ἐγκρίνας;

οὕτω καὶ ὁ Ἀσκληπιὸς πῶς ἂν μετάγοιτο εἰς ἥλιον, πατρίδα τὴν Τρίκκην ἐπιγραθόμενος μένος καὶ ἀπὸ θνητῆς ὁμολογῶν γεγονέναι μητρός; πῶς δ’ ἂν ἥλιος ὢν αὐτὸς τοῦ ἡλίου πάλιν υἱὸς ἀποφανθείη; ἐπεὶ καὶ τὸν αὐτοῦ πατέρα τὸν Φοῖβον οὐκ ἄλλον εἶναι τοὐ ἡλίου ἐφυ- σιολόγησαν.

ἐξ ἡλίου δὲ καὶ θνητῆς γυναικὸς φάναι αὐτὸν πῶς οὐ πάντων καταγελαστότατον ; ἐπεὶ καὶ αὐτὸν τὸν πατέρα ἥλιον, ὃν δὴ Ἀπόλλωνά φασιν εἶναι, πῶς εἰκὸς ἐν Δήλῳ γεγεννῆσθαι τῇ νήσῳ ὑπὸ θνητῆς πάλιν μητρὸς τῆς Λητοῦς;

ἐνταῦθά μοι τήρει ὁπόσους Ἕλληνες θεοὺς γεννητοὺς γυναικῶν ἐθεολόγησαν, εἰς παράθεσιν, εἴ ποτε πειρῷντο σκώπτειν τὴν τοῦ ἡμετέρου σωτῆρος γένεσιν, καὶ ὅτι οὐ

v.1.p.151
ποιητῶν εἰσιν αἶ φωναὶ, ἀλλ’ αὐτῶν τῶν θεῶν αἰ προκείμεναι σημειώσεις.