Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

γράφει δὲ ὁ Πορφύριος καὶ ταῦτα ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἔνθα καὶ τῶν χρησμῶν ἐμνημόνευσεν ὧδέ πως ἐχόντων

  • “ὦ μέγα πᾶσιν χάρμα βροτοῖσιν,
  • ἀπὸ τῶν ἱερῶν ματέρος ἁγνᾶς
  • προθορὼν τοκετῶν.
  • οἷς ἐπιλέγει

  • ἀλλ᾿ ὅτε Λατὼ
  • ὠδὶς ἱερὰ λάζυτο πᾶσαν,
  • ὀροθυνομένων διδύμων τοκετῶν
  • ἔνδοθι σηκῶν,
  • ἵστατο μὲν γαῖ᾿, ἵστατο δ᾿ ἀὴρ,
  • πάγνυτο νᾶσος, πάγνυτο κῦμα·
  • ἀνὰ δ᾿ ἐξέθορες, μάντι Λυκωρεῦ,
  • τοξότα Φοῖβε, καὶ χρησμολάλων
  • βασιλεῦ τριπόδων.
  • καὶ ὁ Ἀσκληπιὸς πάλιν περὶ ἑαυτοῦ

  • Τρίκκης ἐξ ἱερῆς ἥκω θεὸς, ὅν ποτε μήτηρ
  • Φοίβῳ ὑπευνηθεῖσα κυεῖ σοφίης βασιλῆα,
  • ἴδριν ἰητορίης Ἀσκληπιόν· ἀλλὰ τί πεύθῃ;
  • ὁ δ᾿ Ἑρμῆς φησιν

  • ὧδ᾿ ἐγὼ, ὃν καλέεις, Ζηνὸς καὶ Μαιάδος υἱὸς,
  • Ἑρμείης προβέβηκα, λιπὼν ἀστραῖον ἄνακτα.
  • καὶ τὸ εἶδος δὲ ἑαυτῶν ὑπογράφουσι τοῦ σχήμα-

    v.1.p.150
    τος, ὥσπερ ὁ Πὰν καὶ αὐτὸς ἐν χρησμοῖς περὶ ἑαυτοῦ τάδε λέγει διδάσκων
  • Εὔχομαι βροτὸς γεγὼς
  • Πανὶ συμφύτῳ θεῶ,
  • δισσοκέρατι, δισσόποδι,
  • τραγοσκελεῖ, τρυφῶντι.''