Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ ὁ Ἀσκληπιὸς πάλιν περὶ ἑαυτοῦ

  • Τρίκκης ἐξ ἱερῆς ἥκω θεὸς, ὅν ποτε μήτηρ
  • Φοίβῳ ὑπευνηθεῖσα κυεῖ σοφίης βασιλῆα,
  • ἴδριν ἰητορίης Ἀσκληπιόν· ἀλλὰ τί πεύθῃ;
  • ὁ δ᾿ Ἑρμῆς φησιν

  • ὧδ᾿ ἐγὼ, ὃν καλέεις, Ζηνὸς καὶ Μαιάδος υἱὸς,
  • Ἑρμείης προβέβηκα, λιπὼν ἀστραῖον ἄνακτα.
  • καὶ τὸ εἶδος δὲ ἑαυτῶν ὑπογράφουσι τοῦ σχήμα-

    v.1.p.150
    τος, ὥσπερ ὁ Πὰν καὶ αὐτὸς ἐν χρησμοῖς περὶ ἑαυτοῦ τάδε λέγει διδάσκων
  • Εὔχομαι βροτὸς γεγὼς
  • Πανὶ συμφύτῳ θεῶ,
  • δισσοκέρατι, δισσόποδι,
  • τραγοσκελεῖ, τρυφῶντι.''
  • ταῦτα ἐν ἀπορρήτοις τῆς ἐκ λογίων φιλοσοφίας ὁ δηλωθεὶς ἀνὴρ τέθειται. οὐκέτ’ ἄρα ὁ Πὰν σύμβο- λον ἦν τοῦ παντὸς, δαίμων δ’ ἂν εἴη τις τοιοῦτος οἷος καὶ ὑπογέγραπται ὁ καὶ τὸν χρησμὸν ἐκδούς · οὐ γὰρ δὴ τὸ πᾶν καὶ ὁ σύμπας κόσμος ἔχρησε τὰ προ- κείμενα. τούτου τοιγαροῦν τοῦ δαίμονος, ἀλλ’ οὐ τοῦ παντὸς τὴν εἰκόνα ἐκτυπώσαντες ἄνδρες τὸ προγεγραμμένον ἐμιμήσαντο σχῆμα.

    καὶ ὁ Ἑρμῆς δὲ πῶς ἂν νοοῖτο ὁ τῶν ἁπάντων ποιητικός τε καὶ ἑρμηνευτικὸς λόγος, μητέρα Μαῖαν τὴν Ἄτλαντς ὁμολογῶν ἐσχηκέναι, τήν γε περὶ αὐτοῦ λεγομένην μυθολογίαν, ἀλλ’ οὐ φυσιολογίαν ἐγκρίνας;