Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὕτω καὶ ὁ Ἀσκληπιὸς πῶς ἂν μετάγοιτο εἰς ἥλιον, πατρίδα τὴν Τρίκκην ἐπιγραθόμενος μένος καὶ ἀπὸ θνητῆς ὁμολογῶν γεγονέναι μητρός; πῶς δ’ ἂν ἥλιος ὢν αὐτὸς τοῦ ἡλίου πάλιν υἱὸς ἀποφανθείη; ἐπεὶ καὶ τὸν αὐτοῦ πατέρα τὸν Φοῖβον οὐκ ἄλλον εἶναι τοὐ ἡλίου ἐφυ- σιολόγησαν.

ἐξ ἡλίου δὲ καὶ θνητῆς γυναικὸς φάναι αὐτὸν πῶς οὐ πάντων καταγελαστότατον ; ἐπεὶ καὶ αὐτὸν τὸν πατέρα ἥλιον, ὃν δὴ Ἀπόλλωνά φασιν εἶναι, πῶς εἰκὸς ἐν Δήλῳ γεγεννῆσθαι τῇ νήσῳ ὑπὸ θνητῆς πάλιν μητρὸς τῆς Λητοῦς;

ἐνταῦθά μοι τήρει ὁπόσους Ἕλληνες θεοὺς γεννητοὺς γυναικῶν ἐθεολόγησαν, εἰς παράθεσιν, εἴ ποτε πειρῷντο σκώπτειν τὴν τοῦ ἡμετέρου σωτῆρος γένεσιν, καὶ ὅτι οὐ

v.1.p.151
ποιητῶν εἰσιν αἶ φωναὶ, ἀλλ’ αὐτῶν τῶν θεῶν αἰ προκείμεναι σημειώσεις.

Ποιητῶν μὲν οὖν , ὥς φασι, μύθους περὶ θεῶν πλαττομένων, φιλοσόφων δὲ φυσιολογούντων, χρῆν δήπου εἰκότως τῶν μὲν καταφρονεῖν, τοὺς δὲ θαυμάζειν ὡς φιλοσόφους , καὶ μᾶλλον τῶν ποιητι- κῶν λήρων τὰς τόν κρειττόνων ἐκδέχεσθαι πιθανο- λογίας· θεῶν δ’ αὖ πάλιν καὶ φιλοσόφων εἰς ἅμιλ- λαν κατιόντων , καὶ τῶν μὲν ἐν χρησμοῖς τὰ καθ’ ἑαυτοὺς, ὡς ἂν μᾶλλον εἰδότων, ἀκριβῶς διδασκόντων, τῶν δὲ εἰς ἀσυμφώνους καὶ ἀναποδείκτους εὑρεδιλογίας τὰς περὶ ὣν μὴ ἴσασιν ὑπονοίας περιτρε- πόντων, τίσιν αἱρεῖ λόγος πείθεσθαι; ἢ τοῦτο οὐδὲ ἐρωτᾶν ἄξιον ;

εἰ δὴ οὑν ἀληθεύσουσιν οἱ θεοὶ κυροῦντες τἀς περὶ αὐτῶν άνθρωποπαθείας, ψευδεῖς ἂν εἶεν οἶ ἀθετοῦντες αὐτάς · εἰ δὲ τῶν φιλοσόφων ἀληθεῖς αἶ φυσιολογίαι, ψευδεῖς γένοιντ’ ἂν αἱ τῶν θεῶν μαρτυρίαι.