Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ δὴ οὖν κατὰ τὴν αὐτῶν ὁμολογίαν Αἰγυπτίων ἦν τὸ μηδὲν ἀνάγειν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας, πάντα δὲ τὰ περὶ θεῶν αὐτοῖς μυθολογούμενα ἐπὶ τὰ φυσικὰ τοῦ κόσμου μέρη μεταφέρειν, τί δὴ ἐξ ὑπαρχῆς εὑρεσιλογοῦντες Αἰγυπτίοις τὰ μηδαμῶς αὐτῶν οἰκεῖα προσγράφετε , ἐπὶ δυνάμεις ἀσωμάτους φάσκοντες αὐτοὺς τὴν ἀναφορὰν τῆς θεολογίας αὐτῶν ποιεῖσθαι; καθόλου μὲν οὖν ταῦτα αἰτιατέον.

Καὶ ἐπὶ τῶν κατὰ μέρος δὲ ἡγοῦμαι τὸν ἔλεγχον τῆς κατηναγκασμένης ἀποδόσεως αὐτῶν οὐ μακρᾶς ἀνασκευῆς δασθαι. ἵνα γὰρ τὸν Αἰγυπτιακὸν παρελθών τις λῆρον καὶ τὴν πολλὴν αὐτῶν καὶ ἀδόλεσχον φλυαρίαν ἐπὶ τὰς τῶν σοφῶν Ἑλλήνων μετέλθοι φυσιολογίας , τίς οὐκ ἂν τῶν εὖ φρονούν-

v.1.p.144
τῶν αὐτόθεν καταμέμψαιτο τοῖς τὰ τοιαῦτα παρεξηγεῖσθαι πειρωμένοις;

ἔστω γὰρ ὁ Ζεὺς μηκέθ’ ἡ πυρώδης καὶ αἰθέριος οὐσία , ὥσπερ οὖν τοῖς παλαιοῖς ἐνομίζετο κατὰ τὸν Πλούταρχον, ἀλλ’ αὐτὸς ὁ ἀνωτάτω νοῦς , ὁ τῶν ὅλων δημιουργὸς , ὁ τὰ πάντα ζωογονῶν· πῶς οὖν ἔσται τούτου πατὴρ μὲν ὁ Κρόνος, ὅν φασιν εἶναι τὸν χρόνον , Ῥέα δὲ μήτηρ, ἣν ὁ ἑρμηνεὺς ἔφησεν εἶναι τὴν πετρώδη καὶ ὄρειον δύναμιν ; τὴν γὰρ Ἥραν οὐκ οἶδ’ ὅπως τὸν ἀέρα τὸν καὶ αἰθέρα προσειπὼν ἀδελφὴν ὁμοῦ καὶ γυναῖκά φησιν εἶναι τοῦ κοσμοποιοῦ καὶ ζωοποιοῦ πάντων νοῦ.

ἀλλὰ καὶ ἡ Λητὼ πάλιν λήθω τις καλείσθω, διὰ τὴν κατὰ τὸν ὕπνον , ὥς φασιν, ἀναισθησίαν, καὶ ὅτι λήθη ξυνομαρτεῖ ταῖς ὑπὸ σελήνην γενομέναις ψυχαῖς. πῶς ἂν οὖν ἡ λήθη γένοιτ’ ἂν ἡλίου καὶ σελήνης μήτηρ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος τῶν Λητοῦς παίδων εἰς ἥλιον καὶ σελήνην μετενηνεγμένων;

τί δὲ χρὴ σέβειν ὡς θεὸν τὴν Ῥέαν ἢ τὴν Δήμητρα, εἰ ἡ μὲν τῆς πετρώδους καὶ ὀρείου γῆς, ἡ δὲ τῆς πεδιάδος τὰ σύμβολα φέρειν ἐλέγετο; τὴν δὲ Κόρην τὸν κόρον ἀλληγοροῦντες τίνι λόγῳ καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ τιμᾶν ;