Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
οὐ γάρ με ἡ ἀλαζὼν ἐκπλήξει φωνὴ ,
ἀλλ’ ἐπεὶ πάντα τὸν περὶ τούτων ἀπόρρητον δὴ καὶ μυστικώτερον λόγον εἰς ἀσωμάτους δυνάμεις μεταφορικῶς ἀνῆγον, ὥστε δοκεῖν μηκέτ’ ἐπὶ τὰ ὁρώμενα μέρη τοῦ κόσμου τὴν θεοποιίαν αὐτῶν συντείνειν, ἀλλ’ ἐπί τινας ἀοράτους καὶ ἀσωμάτους δυνάμεις , σκεψώμεθα εἰ μὴ καὶ οὕτως μίαν χρὴ τὴν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’ οὐ πολλὰς ἡγεῖσθαι.
οὐδὲ γὰρ ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ’ ἐνὶ σώματι δεδημιούργηται, τοσαύτας χρῆν ἡμᾶς τὰς ψυχὰς ἔχειν ἡγεῖσθαι, οὐδὲ τοσούτους ποιητὰς καὶ δημιουργοὺς τοῦ σώματος νομίζειν, ἀλλὰ καὶ ψυχὴν μίαν τὸ πᾶν σῶμα κινεῖν, καὶ μίαν δημιουργὸν δύναμιν τὸ πᾶν ζῷον
οὕτω δῆτα καὶ ἐπὶ τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος καὶ ἐκ μιᾶς τῆς σωματικῆς ὕλης συνεστῶτος, εἰς μέρη δὲ πλεῖστα διῃρημένου, καὶ μίαν τῶν ὅλων φυσικὴν συμπάθειαν ὑποφαίνοντος, κρᾶσίν τε καὶ μῖξιν τῶν ἐν αὐτῷ στοιχείων, ἀλλοιώσεις τε καὶ μεταβολὰς αὐτῶν εἰς ἑαυτὰ, ὅλον δὲ καὶ τὸ πᾶν ἔνα κόσμον καὶ μίαν ἁρμονίαν ἐπιδεικνυμένου, οὐ πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργοὺς δυνάμεις, μόνην δὲ θεολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.
ὁ δὲ καὶ τὰς Αἰγυπτιακὰς μυθολογίας πάλιν ἐπὶ ἀσωμάτους μεταφέρει δυνάμεις, λαθὼν ὁ σοφώτατος αὐτὸς ἑαυτόν. ἀκήκοας γὰρ ἐν τοῖς πρόσθεν ὅπως τὸν Χαιρήμονα καὶ πλείους ἄλλους ὡμολόγει μηδ᾿ ἄλλο τι πρὸ τῶν ὁρω- μένων κόσμων ἡγεῖσθαι, ἐν ἀρχῆς τε λόγῳ τίθεσθαι τοὺς Αἰγυπτίους· τούτους γὰρ πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἐρμηνεύειν.