Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ ἀστρολογίαν δὲ πρῶτοι εἰς ἀνθρώπους ἐξήνεγκαν Αἰγύπτιοι, ὁμοίως δὲ καὶ Χαλδαῖοι. εἰσὶ δὲ οἱ Κᾶρας τὴν δι’ ἀστέρων πρόγνωσιν ἐπινενοηκέναι λέγουσι. πτήσεις δὲ ὀρνίθων παρεφύλαξαν πρῶτοι Φρύγες.
καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι , Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικὴν, ὥσπερ ἀμέλει.Τελμησεῖς τὴν δι’ ὀνείρων μαντικήν.
Τυρρηναῖοι δὲ σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὄλυμπός τε καὶ Μαρσύας. λύχνους τε αὖ [*](18 Ἰατρικὴν δὲ —] Clemens Al. Strom. 1, 16. p. 361.)
γεωμετρίας τε αὖ εὑρεταὶ οἷ αὐτ’ οἱ γεγόνασι. Κέλμις τε καὶ Δαμναμενεὺς οἶ τῶν Ἰδαίων Δάκτυλοι πρῶτοι ἐν Κύπρῳ σίδηρον εὗρον. Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης.
ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον, ἔστι δὲ μάχαιρα καμπύλη, καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πέλτην ἐξευρον. εὗρον. ἔτι φασὶ Τουσκανοὺς τὴν πλαστικὴν ἐπινοησαι· Ἵτανόν τε, Σαυνίτης οὗτος ἦν, πρῶτον θυρεὸν κατασκευάσαι.
Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν τε ἐξεῦρε καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ὅρος ἐπενόησεν. ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππαδόκιι πρῶτοι εὗρον τὴν νάβλαν καλουμένην, ὃν τρόπον κοὶ τὸ δίχορδον Ἀσσύριοι.
Καρχηδόνιοι δὲ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δ’ αὐτὴν όσπορος αὐτόχθων. Μήδειά τε, ἡ Αἰήτου ἡ Κολχὶς πρώτη τριχῶν βαφὴν ἐπενόησε.
ἀλλὰ καὶ Νώροπες ἔθνος δ’ ἐστὶ Παιονικὸν , νῦν δὲ Νωρικὸν καλοῦνται) κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς εὗρε.
περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν.
φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ὕαγνιν τὸν καὶ αὐτὸν Φρύγα · κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ
Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τούς τε Σιδωνίους τρίκροτον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν.