Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἐπί τε Σεμιράμεως βασιλίδος Ἀσσυρίων τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσι. καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν, τὴν Περσῶν βασιλεύσασαν, φησὶν Ἑλλάνικος.
Σκάμμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός τε ὁ Μαντινεὺς , ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ περιπατητικὸς ἐν τοῖς Περὶ εὑρημάτων ταῦτα ἱστόρησαν παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ’ Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.’’
Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Κλήμης ἐν Στρωματεῦσι. τοῖς δ’ εἰρημένοις δοκῶ μοι εὖ ἔχειν ἐπισυνάψαι καὶ τὰ ἀπὸ τῆς Ἰωσήπου τοῦ Ἑβραίου γραφῆς, ἣν Περὶ τῆς Ἰουδαίων ἀρχαιότητος ἐν δυσὶν ἐπραγματεύσατο βιβλίοις, περὶ τοῦ νέους γεγονέναι τοὺς Ἕλληνας, καὶ παρὰ βαρβάρων ὠφελῆσθαι, διάφωνά τε ἑαυτοῖς γεγραφέναι συμβαλεῖται γοῦν καὶ ταῦτα εἰς τὴν τῶν εἰρημένων ἀκριβῆ καὶ βεβαίαν πίστωσιν. ἄκουε τοίνυν οἶα καὶ οὗτος γράφει πρὸς λέξιν
Πρῶτον οὖν ἐπέρχεταί μοι πάνυ θαυμάζειν τοὺς οἰομένους δεῖν περὶ τῶν παλαιτάτων ἔργων [*](30 Πρῶτον οὖν — ] loseph. c. Apion. 1, 2.)
πᾶν γὰρ ἐγὼ τοὐναντίον ὁρῶ συμβεβηκὸς, εἴ γε δεῖ μὴ ταῖς ματαίαις δόξαις ἐπακολουθεῖν, ἀλλὰ ἐξ αὐτῶν τὸ δίκαιον τῶν πραγμάτων λαμβάνειν. τὰ μὲν γὰρ παρὰ τοῖς Ἕλλησιν ἅπαντα νέα καὶ χθὲς καὶ πρώην, ὡς ἂν εἴποι τις, εὕροι γεγονότα· λέγω δὲ τὰς κτίσεις τῶν πόλεων καὶ τὰ περὶ τὰς ἐπινοίας τῶν τεχνῶν καὶ τὰ περὶ τὰς τῶν νόμων ἀναγραφάς· πάντων δὲ νεωτάτη σχεδόν ἐστι παρ᾿ αὐτοῖς ἡ περὶ τοῦ συγγράφειν τὰς ἱστορίας ἐπιμέλεια.
τὰ μέντοι παρ᾿ Αἰγυπτίοις τε καὶ Χαλδαίοις καὶ Φοίνιξιν—ἐῶ γὰρ νῦν ἡμᾶς ἐκείνοις συγ- καταλέγειν—αὐτοὶ δήπουθεν ὁμολογοῦσιν ἀρχαιοτάτην καὶ μονιμωτάτην ἔχειν τῆς μνήμης τὴν παράδοσιν.
καὶ γὰρ τόπους ἅπαντες οἰκοῦσιν ἥκιστα ταῖς ἐκ τοῦ περιέχοντος φθοραῖς ὑποκειμένους, καὶ πολλὴν ἐποιήσαντο πρόνοιαν τοῦ μηδὲν ἄμνηστον τῶν παρ᾿ αὐτοῖς πραττομένων παραλιπεῖν, ἀλλ᾿ ἐν δημοσίαις ἀναγραφαῖς ὑπὸ τῶν σοφωτάτων ἀεὶ καθιεροῦσθαι.
τὸν δὲ περὶ τὴν Ἑλλάδα τόπον μυρίαι μὲν φθοραὶ κατέσχον, ἐξαλείφουσαι τὴν μνήμην τῶν γεγονότων· ἀεὶ δὲ καινοὺς καθιστάμενοι βίους τοῦ παντὸς ἐνόμιζον ἄρχειν ἕκαστος τὸν ἀφ᾿ ἑαυτῶν·
ὀψὲ δὲ καὶ μόλις ἔγνωσαν φύσιν γραμμάτων. οἱγοῦν ἀρχαιοτάτην αὐτῶν τὴν χρῆσιν εἶναι θέλοντες παρὰ Φοινίκων καὶ Κάδμου σεμνύνονται μαθεῖν.
οὐ μὴν οὐδ᾿ ἀπ᾿ ἐκείνου τοῦ χρόνου δύναιτό τις ἂν δεῖξαι σωζομένην ἀναγραφὴν, οὔτ᾿ ἐν ἱεροῖς οὔτ᾿ ἐν δημοσίοις ἀναθήμασιν· ὅπου γε καὶ περὶ τῶν ἐπὶ Τροίαν τοσούτοις ἔτεσι στρατευσάντων ὕστερον πολλὴ γέγονεν ἀπορία καὶ ζήτησις εἰ γράμμασιν ἐχρῶντο· καὶ τἀλη-
ὅλως δὲ παρὰ τοῖς Ἕλλησιν οὐδὲν ὁμολογούμενον εὑρίσκεται γράμμα τῆς Ὁμήρου ποιήσεως πρεσβύτερον· οὗτος δὲ καὶ τῶν Τρωϊκῶν ὕστερος φαίνεται γενόμενος. καί φασιν οὐδὲ τοῦτον ἐν γράμμασι τὴν αὑτοῦ ποίησιν καταλιπεῖν, ἀλλὰ διαμνημονευομένην ἐκ τῶν γραμμάτων ὕστερον συντεθῆναι, καὶ διὰ τοῦτο πολλὰς ἐν αὐτῇ σχεῖν τὰς διαφωνίας,