Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἢ οὐχ οὕτως καὶ τοὺς τὰ σωμάτων κάμνοντας ἐπιστημόνως ἰωμένους ὁρῶμεν αὐτοὺς μὲν διὰ πλείστης ἀσκήσεως καὶ παιδείας τοὺς κατὰ ἰατρικὴν λόγους ἀνειληφότας καὶ πάντα λογικῶς χειρουργοῦντας, τούς γε μὴν ἐπὶ θεραπείᾳ προσιόντας αὐτοῖς πίστει ἑαυτοὺς καὶ τῇ τῶν χρηστοτέρων ἐλπίδι παρέχοντας, καὶ τῶν μὲν κατὰ τὴν ἐπιστήμην θεωρημάτων μηδὲν ἀκριβῶς ἐπαΐοντας, μόνης δὲ τῆς ἀγαθῆς ἐλπίδος τε καὶ πίστεως ἐξηρτημένους;

καὶ ὁ μὲν τῶν ἰατρῶν ἄριστος εἰς μέσον παρελθὼν ἅ τε χρὴ προφυλάττεσθαι καὶ ἃ προσήκει δρᾶν ὥσπερ τις ἄρχων καὶ κύριος μετ’ ἐπιστήμης προστάττει, ὁ δ’ ὡς βασιλεῖ καἰ νομοθέτῃ πείθεται, πιστεύων συνοίσειν αὐτῷ τὸ προστεταγμένον. οὕτω

καὶ μαθηταὶ παρὰ διδασκάλων παιδείας ἀποδέχονται, πιστεύσαντες ἀγαθὸν αὐτοῖς ἔσεσθαι τὸ μάθημα, ναὶ μὴν καὶ φιλοσοφίας οὐ πρό- τερόν τις ἐφάψαιτ’ ἂν ἢ πιστεύσας συνοίσειν αὐτῷ τὸ ἐπάγγελμα· καὶ ὁ μέν τις αὐτόθεν εἵλετο τὰ Ἑπικούρου, ὁ δὲ τὸν κυνικὸν ζηλοῖ βίον, ἄλλος κατὰ Πλάτωνα φιλοσοφεῖ, κατ’ Ἀριστοτέλην ἕτερος, καὶ πάλιν ἄλλος πάντων τὰ Στωïκὰ προετίμησεν, ἑκάστου χρηστοτέρᾳ ἐλπίδι τε καὶ πίστει τὸ δόξαν ὡς συνοῖσον ἀγαπήσαντος.

οὕτω καὶ τέχνας ἂνθωποι τὰς μέσας μετῆλθον, καὶ ἄλλοι τὸν στρατιωτικὸν, ἂλλοι δὲ τὸν ἐμπορικὸν βίον, πίστει πάλαι προειληφότες βιοποιστικὸν αὐτοῖς ἔσεσθαι τὸ ἐπιτήδευμα. καὶ γάμων δὲ αἶ πρῶται σύνοδοι καὶ κοινωνίαι τῆς κατὰ παιδοποιίαν ἐλπίδος ἐξ ἀγαθῆς ἐνήρξαντο πίστεως.

καὶ πλεῖ τις αὖθις εἰς ἄδηλον, οὐδ’ ἄλλην προβεβλημένος τῆς σωτηρίας ἄγκυραν ἢ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν ἐλπίδα· καὶ γεωργεῖ πάλιν

v.1.p.18
ἄλλος, καὶ τὸν σπόρον εἰς γῆν ἀπορρίψας κάθηται τῆς ὥρας τὴν τροπὴν ἐκδεχόμενος, πιστεύων τὸ φθαρὶν ἐπὶ τῆς γῆς καὶ πλημμυρίσιν ὑετῶν καλυφθὲν αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιώσεσθαι· πορείαν δέ τις μακρὰν ἐπ’ ἀλλοδαπῆς ἐκ τῆς οἰκείας στελλόμενος πάλιν τὴν ἐλπίδα καὶ τὴν πίστιν ἀγαθὰς ὁδηγοὺς ἑαυτῷ συνεπάγεται.

καὶ τί γὰρ ἄλλ’ ἢ τὸν πάντα τῶν ἀνθρώπων βίον δυοῖν τούτοιν ἀνηρτημένον, ἐλπίδος τε καὶ πίστεως, καταλαμβάνων, τί δὴ θαυμάζεις εἰ καὶ τὰ κρείττονα κατὰ ψυχὴν τοῖς μὲν διὰ πίστεως παραδίδοται; οἶς οὐ σχολὴ λογικώτερον τὰ κατὰ μέρος παιδεύεσθαι, τοῖς δὲ καὶ τοὺς λόγους αὐ- τοὺς πάρεστι μετιέναι καὶ τὰς ἀποδείξεις τῶν πρεσβευομένων μανθάνειν;

Ἀλλὰ γὰρ ἐν ὀλίγῳ τούτων ἡμῖν οὐκ εἰς ἄχρηστον προγεγυμνασμένων ἀνίωμεν ἐπὶ τὴν πρώτην κατηγορίαν, καὶ τίνες ὄντες καὶ πόθεν ὁρμώμενοι τοῖς διερωτῶσιν ἀποκρινούμεθα. ὅτι μὲν οὖν τὸ γένος Ἕλληνες ὄντες καὶ τὰ Ἑλλήνων φρονοῦντες ἐκ παντοίων τε ἐθνῶν ὡς ἂν νεολέκτου στρατιὰς λογάδες συνειλεγμένοι τῆς πατρίου δεισιδαιμονίας ἀποστάται καθεστήκαμεν οὐδ’ ἂν αὐτοί ποτε ἀρνηθείημεν· ἀλλὰ καὶ ὅτι Ἰουδαïκαῖς βίβλοις προσανέχοντες κἀκ τῶν παρ’ αὐτοῖς προφητειῶν τὰ πλεῖστα τοῦ καθ’ ἡμᾶς λόγου συνάγοντες οὐκέθ’ ὁμοίως ζῆν τοῖς ἐκ περιτομῆς προσφιλὲς ἡγούμεθα, καὶ τοῦτ’ ἂν αὐτόθεν ὁμολογήσαιμεν.

ὥρα τοιγαροῦν τούτων τὸν αἰτοιλογισμὸν ὑποσχεῖν. πῶς οὖν ἂν ἄλλως δόξαιμεν εὖ πεποιηκέναι τὰ πάτρια καταλείψαντες εἰ μὴ πρῶτον εἰς μέσον αὐτὰ παραθέμενοι καὶ ἀγαγόντες ὑπ’ ὄψιν τῶν ἐντευξομένων; οὕτω γὰρ ἂν γένοιτο φανερὰ καὶ τῆς εὐαγγελικῆς ἀποδείξεως ἡ

v.1.p.19
θεία δύναμις, εἰ τοῖς πᾶσι πρὸ ὀφθαλμῶν τεθείη, τίνων καὶ ὁποίων κακῶν τὴν ἴασιν εὐαγγελίζεται.

πῶς δ’ ἂν τὸ εὔλογον τῆς τῶν Ἰουδαïκῶν μεταδιώξεως φανείη μὴ οὐχὶ καὶ τῆς τούτων ἀρετῆς ἀποδειχθείσης; τίνι τε λόγῳ τὰς παρ’ αὐτοῖς γραφὰς ἀσπαζόμενοι τὸν ὅμοιον τοῦ βίου τρόπον ἀποκλίνομεν καλῶς ἂν ἔχοι διελθεῖν, καὶ ἐπὶ πᾶσι τίς ὁ καθ’ ἡμᾶς τῆς εὐαγγελικῆς ὑποθέσεως λόγος καὶ τίς ἂν κυρίως λεχθείη ὁ χριστιανισμὸς, οὔθ’ Ἑλληνισμὸς ὢν οὔτε Ἰουδαïσμὸς, ἀλλά τις καινὴ καὶ ἀληθὴς θεοσοφία, ἐξ αὐτῆς τῆς προσηγορίας τὴν καινοτομίαν ἐπαγομένη.