Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τὸ μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ γε δεῖ ἐπιορκεῖν, διὰ τὸ πρὸς αὐτοῦ μανθάνειν μηδὲ ὀμνύναι ὅλως, ἐν πᾶσι δὲ ἀψευδεῖν καὶ ἀληθεύειν, ὡς ἀρκεῖσθαι τῷ ναί καὶ τῷ οὔ, παντὸς ὅρκου βεβαιοτέραν τὴν προαόρεσιν κατασκευάζοντας; τὸ δὲ μηδ’ ἐν ψιλοῖς ῥηματίοις καὶ ταῖς κοιναῖς ὁμιλίαις ἀδιαφορεῖν, ακριβολογεῖσθαι δὲ καὶ μέχρι τούτων, ὡς μήτε ψεῦδος μήτε λοιδορίαν μήτε τι αἰσχρὸν καὶ ἄσχημον ῥῆμα προίεσθαι τῇ φωνῇ, διὰ τὴν αὐτοῦ πάλιν παρακέλευ- σιν, δι’ ἧς ἔφησε ‘‘περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως,” ὁποίας ὑπερβολῆς φιλοσόφου ζωῆς ἔχεται;

τὸ δὲ καὶ συλλήβδην ἀθρόως μυριάδας ὅλας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἐλευθέρων, ἀδόξων τε καὶ ἐπιδόξων, καὶ προσέτι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων, κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν, ἐν πᾶσι τοῖς ἡλίῳ ἡλίῳ ἔθνεσιν ἐπὶ διδασκαλίᾳ τῶν τοιούτων μαθημάτων, οἵων ἀρτίως μεμαθήκαμεν, φοιτᾶν καὶ τὰς ἀκοὰς λόγοις παρέχειν, ἀναπείθουσιν οὐ μόνον ἀκολάστων ἐγχειρημάτων, ἀλλὰ καὶ τῶν κατὰ διάνοιαν αἰσχρῶν ἐνθυμημάτων γαστρός τε καὶ τῶν ὑπὸ γαστέρα κρατεῖν· τό τε πὰν γένος ἀνθρώπων παιδείαν παιδεύεσθαι ἔνθεον καὶ εὐσεβῆ, φέρειν τε μανθάνειν

v.1.p.15
γενναίως καὶ βαθεῖ φρονήματι τὰς τῶν ἐπανισταμένων ὕβρεις, καὶ μὴ τοῖς ἴσοις τοὺς φαύλους ἀμύνεσθαι, θυμοῦ δὲ καὶ ὀργῆς καὶ πάσης ἐμμανοῦς ὀρέξεως κρείττους γίνεσθαι, ναὶ μὴν καὶ τῶν ὑπαρχόντων ἀπόροις καὶ ἐνδεέσι κοινωνεῖν, πάντα τε ἄνθρωπον ὁμογενῆ δεξιοῦσθαι, καὶ τὸν νενομισμένον ξένον ὡς ἂν νόμῳ φύσεως οἰκειότατον καὶ ἀδελφὸν γνωρίζειν.

Πάντα δὴ ἀθρόως ταῦτά τις συναγαγὼν πῶς οὐκ ἂν ὁμολογήσειε τὰ μέγιστα καὶ ἀληθῶς ἀγαθὰ πάντας ἀνθρώπους εὐαγγελίσασθαι τὸν ἡμέτερον λόγον, τό τε αὐτόθεν ὑπερέχον πρὸς εὐζωί·αν τῷ τῶν ἀνθρώπων παρεσχηκέναι βίῳ;

ὁποῖον δέ σοι εἶναι δοκεῖ τὸ πᾶν γένος ἀνθρώπων, οὐ μόνον Ἑλλήνων, ἀλλὰ καὶ τῶν ἀνημερωτάτων βαρβάρων καὶ τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκούντων, τῆς μὲν ἀλόγου θηριωδίας ἀνασχεῖν, δόξας δὲ φιλοσόφους ἀναλαβεῖν παρασκευάσαι;

οἷον, φέρε εἰπεῖν, τὰς περὶ ἀθανασίας ψυχῆς, καὶ ζωῆς τῆς παρὰ τῷ θεῷ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν τοῖς θεοφιλέσιν ἀποκειμένης, δι’ ἣν τοῦ προσκαίρου τούτου ζῆν καταφρονεῖν ἐμελέησαι· ὥστε ἀποδεῖξαι παῖδας τοὺς πώποτε ἐπὶ φιλοσοφίᾳ διαβοηθέντας, καὶ παίγνιον τὸν θρυλούμενον ἐκεῖνον θάνατον, ἀνὰ στόμα πάντων φιλοσόφων ᾀδόμενον· θηλειῶν παρ’ ἡμῖν καὶ κομιδῇ παίδων βαρβάρων τε ἀνδρῶν καὶ εὐτελῶν τῷ δοκεῖν τῇ τοῦ σωτῆρος ἡμῶν δυνάμει τε καὶ συνεργίᾳ τὸν περὶ ψυχῆς ἀθανασίας λόγον ἔργοις πρότερον ἢ ῥήμασιν ἐπαληθεύοντα δειξάντων.

οἷον δὲ καὶ τὸ καθόλου πάντας ἀνθρώπους, τοὺς ἐν πάσι τοῖς ἐθνεσιν, ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθημάτων περὶ θεοῦ προνοίας, ὡς ἐφορώσης τὰ σύμπαντα, ὑγιῶς καὶ ἐρρωένως φρονεῖν παιδεύεσθαι, καὶ τὸ πᾶσαν ψυ-

v.1.p.16
χὴν μανθάνειν τὸν περὶ δικαιωτηρίου καὶ κρίσεως θεοῦ λόγον, καὶ τὸ πεφροντισμένως ζῆν, καὶ φυλακικῶς ἔχειν τῶν τῆς κακίας ἐπιτηδευμάτων.

Κεφάλαιον δὲ τῆς πρώτης καὶ μεγίστης εὐεργεσίας τοῦ σωτηρίου λόγου γνοίης ἂν, εἰ ἐν νῷ λάβοις τὴν δεισιδαίμονα πλάνην τῆς παλαιᾶς εἰδωλο- λατρίας, ᾗ τὸ σύμπαν ἀνθρώπων γένος δαιμόνων ἀνάγκαις πάλαι πρότερον κατετρύχετο· ἧς ὥσπερ ἀπὸ σκοτίας ζοφωδεστάτης Ἓλληνας ὁμοῦ ὁμοῦ καὶ βαρβάρους δυνάμει θείᾳ μεταστησάμενος ἐπὶ νοερὰν καὶ φωτεινοτάτην ἡμέραν τῆς ἀληθοῦς. εὐσεβείας τοῦ παμβασιλέως θεοῦ τοὺς πάντας μετηγάγετο.

καὶ τί χρὴ μηκύνειν ἀποδεικνύναι πειρωμένους ὅτι μὴ ἀλόγῳ πίστει ἑαυτοὺς ἀνεθήκαμεν, σώφροσι δὲ καὶ ὠφελίμοις λόγοις τὸν τῆς ἀληθοῦς εὐσεβείας τρόπον περιέχουσι; τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο κα- θόλου πραγματευομένης, τοὺς μὲν ἐπιτηδείως ἒχοντας ἕπεσθαι λόγων ἀποδείξεσι προτρέπομεν καὶ παρακαλοῦμεν φρονήσεως ἐπιμέλεσθαι, καὶ λογικώτερον τῶν δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν, ἑτοίμους τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς τὸν λόγον τῆς καθ’ ἡμὰς ἐλπίδος.

ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, φιλανθρώπου τυγχάνοντος τοῦ λόγου, καί μηδένα μηδαμῶς ἀποτρεπομένου, πάντα δὲ ἄνθρωπον τοῖς καταλλήλοις ἰωμένου φαρμάκοις, καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν τῶν τρόπων θε- ραπείαν παρακαλοῦντος, εἰκότως ἐν εἰσαγωγῇ τοὺς ἀρχομένους τῶν ἰδιωτικωτέρων γύναια καὶ παῖδας καὶ τὸ τῶν ἀγελαίων πλῆθος ἐπὶ τὸν εὐσεβῆ βίον χειραγωγοῦντες, ὡς ἐν φαρμάκου μοίρᾳ, τὴν ὑγιῆ πίστιν παραλαμβάνομεν, ὀρθὰς δόξας περὶ θεοῦ προνοίας καὶ περὶ ψυχῆς ἀθανασίας καὶ περὶ τοῦ κατ’

v.1.p.17
ἀρετὴν βίου ἐντιθέντες αὐτοῖς.