Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ταῦτα γὰρ ἦν καὶ συγγενῆ τούτοις μυρία τὰ πάλαι τὸν τῶν ἀνθρώπων βίον λυμαινόμενα. ἱστοροῦνται Μασσαγἐται καὶ Δέρβικες ἀθλιωτάτους. ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευτήσαντας, διὸ καὶ φθάσαντες κατέθυον, καὶ εἱστιῶντο τῶν φιλτάτων τοὺς γεγηρακότας· Τιβαρηνοὶ δὲ ζῶντας κατεκρήμνιζον τοὺς ἐγγυτάτω γέροντας· Ὑρκανοὶ δὲ καὶ Κάσπιοι, οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παρέβαλλον ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύθαι δὲ συγκατώρυττον ζῶντας , καὶ ἐπέσφαττον ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· καὶ Βάκτριοι δὲ τοῖς κυσὶ παρέβαλλον ζῶντας τοὺς γεγηρακότας.
ἀλλὰ ταῦτα μὲν πάλαι ἦν πρότερον, νυνὶ δὲ οὐκέθ᾿ ὁμοίως ἐστὶν, ἑνὸς τοῦ σωτηρίου νόμου τῆς εὐαγγελικῆς δυνάμεως τὴν θηριώδη καὶ ἀπάνθρωπον τούτων ὅλων παραλύσαντος νόσον.
τὸ δὲ μηκέτι θεοὺς ἡγεῖσθαι ἤτοι τὰ νεκρὰ καὶ κωφὰ ξόανα, ἢ τοὺς ἐν τούτοις ἐνεργοῦντας πονηροὺς δαίμονας, ἢ τὰ μέρη τοῦ φαινομένου κόσμου, ἢ τὰς τῶν πάλαι κατοιχομένων θνητῶν ψυχὰς, ἢ τῶν ἀλόγων ζῴων τὰ βλαπτικώτατα, ἀντὶ δὲ τούτων ἁπάντων διὰ μιᾶς τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, τοὺς γνησίως, ἀλλ᾿ οὐκ ἐπιπλάστως αὐτοῦ τῷ λόγῳ προσανέχοντας, εἰς τοσοῦτον ἄκρας φιλοσοφίας ἐλθεῖν ὡς μόνον τὸν ἀνωτάτω θεὸν, αὐτὸν ἐκεῖ-
καὶ τὸ μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ γε δεῖ ἐπιορκεῖν, διὰ τὸ πρὸς αὐτοῦ μανθάνειν μηδὲ ὀμνύναι ὅλως, ἐν πᾶσι δὲ ἀψευδεῖν καὶ ἀληθεύειν, ὡς ἀρκεῖσθαι τῷ ναί καὶ τῷ οὔ, παντὸς ὅρκου βεβαιοτέραν τὴν προαόρεσιν κατασκευάζοντας; τὸ δὲ μηδ’ ἐν ψιλοῖς ῥηματίοις καὶ ταῖς κοιναῖς ὁμιλίαις ἀδιαφορεῖν, ακριβολογεῖσθαι δὲ καὶ μέχρι τούτων, ὡς μήτε ψεῦδος μήτε λοιδορίαν μήτε τι αἰσχρὸν καὶ ἄσχημον ῥῆμα προίεσθαι τῇ φωνῇ, διὰ τὴν αὐτοῦ πάλιν παρακέλευ- σιν, δι’ ἧς ἔφησε ‘‘περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως,” ὁποίας ὑπερβολῆς φιλοσόφου ζωῆς ἔχεται;
τὸ δὲ καὶ συλλήβδην ἀθρόως μυριάδας ὅλας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἐλευθέρων, ἀδόξων τε καὶ ἐπιδόξων, καὶ προσέτι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων, κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν, ἐν πᾶσι τοῖς ἡλίῳ ἡλίῳ ἔθνεσιν ἐπὶ διδασκαλίᾳ τῶν τοιούτων μαθημάτων, οἵων ἀρτίως μεμαθήκαμεν, φοιτᾶν καὶ τὰς ἀκοὰς λόγοις παρέχειν, ἀναπείθουσιν οὐ μόνον ἀκολάστων ἐγχειρημάτων, ἀλλὰ καὶ τῶν κατὰ διάνοιαν αἰσχρῶν ἐνθυμημάτων γαστρός τε καὶ τῶν ὑπὸ γαστέρα κρατεῖν· τό τε πὰν γένος ἀνθρώπων παιδείαν παιδεύεσθαι ἔνθεον καὶ εὐσεβῆ, φέρειν τε μανθάνειν
Πάντα δὴ ἀθρόως ταῦτά τις συναγαγὼν πῶς οὐκ ἂν ὁμολογήσειε τὰ μέγιστα καὶ ἀληθῶς ἀγαθὰ πάντας ἀνθρώπους εὐαγγελίσασθαι τὸν ἡμέτερον λόγον, τό τε αὐτόθεν ὑπερέχον πρὸς εὐζωί·αν τῷ τῶν ἀνθρώπων παρεσχηκέναι βίῳ;
ὁποῖον δέ σοι εἶναι δοκεῖ τὸ πᾶν γένος ἀνθρώπων, οὐ μόνον Ἑλλήνων, ἀλλὰ καὶ τῶν ἀνημερωτάτων βαρβάρων καὶ τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκούντων, τῆς μὲν ἀλόγου θηριωδίας ἀνασχεῖν, δόξας δὲ φιλοσόφους ἀναλαβεῖν παρασκευάσαι;
οἷον, φέρε εἰπεῖν, τὰς περὶ ἀθανασίας ψυχῆς, καὶ ζωῆς τῆς παρὰ τῷ θεῷ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν τοῖς θεοφιλέσιν ἀποκειμένης, δι’ ἣν τοῦ προσκαίρου τούτου ζῆν καταφρονεῖν ἐμελέησαι· ὥστε ἀποδεῖξαι παῖδας τοὺς πώποτε ἐπὶ φιλοσοφίᾳ διαβοηθέντας, καὶ παίγνιον τὸν θρυλούμενον ἐκεῖνον θάνατον, ἀνὰ στόμα πάντων φιλοσόφων ᾀδόμενον· θηλειῶν παρ’ ἡμῖν καὶ κομιδῇ παίδων βαρβάρων τε ἀνδρῶν καὶ εὐτελῶν τῷ δοκεῖν τῇ τοῦ σωτῆρος ἡμῶν δυνάμει τε καὶ συνεργίᾳ τὸν περὶ ψυχῆς ἀθανασίας λόγον ἔργοις πρότερον ἢ ῥήμασιν ἐπαληθεύοντα δειξάντων.
οἷον δὲ καὶ τὸ καθόλου πάντας ἀνθρώπους, τοὺς ἐν πάσι τοῖς ἐθνεσιν, ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθημάτων περὶ θεοῦ προνοίας, ὡς ἐφορώσης τὰ σύμπαντα, ὑγιῶς καὶ ἐρρωένως φρονεῖν παιδεύεσθαι, καὶ τὸ πᾶσαν ψυ-
Κεφάλαιον δὲ τῆς πρώτης καὶ μεγίστης εὐεργεσίας τοῦ σωτηρίου λόγου γνοίης ἂν, εἰ ἐν νῷ λάβοις τὴν δεισιδαίμονα πλάνην τῆς παλαιᾶς εἰδωλο- λατρίας, ᾗ τὸ σύμπαν ἀνθρώπων γένος δαιμόνων ἀνάγκαις πάλαι πρότερον κατετρύχετο· ἧς ὥσπερ ἀπὸ σκοτίας ζοφωδεστάτης Ἓλληνας ὁμοῦ ὁμοῦ καὶ βαρβάρους δυνάμει θείᾳ μεταστησάμενος ἐπὶ νοερὰν καὶ φωτεινοτάτην ἡμέραν τῆς ἀληθοῦς. εὐσεβείας τοῦ παμβασιλέως θεοῦ τοὺς πάντας μετηγάγετο.
καὶ τί χρὴ μηκύνειν ἀποδεικνύναι πειρωμένους ὅτι μὴ ἀλόγῳ πίστει ἑαυτοὺς ἀνεθήκαμεν, σώφροσι δὲ καὶ ὠφελίμοις λόγοις τὸν τῆς ἀληθοῦς εὐσεβείας τρόπον περιέχουσι; τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο κα- θόλου πραγματευομένης, τοὺς μὲν ἐπιτηδείως ἒχοντας ἕπεσθαι λόγων ἀποδείξεσι προτρέπομεν καὶ παρακαλοῦμεν φρονήσεως ἐπιμέλεσθαι, καὶ λογικώτερον τῶν δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν, ἑτοίμους τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς τὸν λόγον τῆς καθ’ ἡμὰς ἐλπίδος.
ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, φιλανθρώπου τυγχάνοντος τοῦ λόγου, καί μηδένα μηδαμῶς ἀποτρεπομένου, πάντα δὲ ἄνθρωπον τοῖς καταλλήλοις ἰωμένου φαρμάκοις, καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν τῶν τρόπων θε- ραπείαν παρακαλοῦντος, εἰκότως ἐν εἰσαγωγῇ τοὺς ἀρχομένους τῶν ἰδιωτικωτέρων γύναια καὶ παῖδας καὶ τὸ τῶν ἀγελαίων πλῆθος ἐπὶ τὸν εὐσεβῆ βίον χειραγωγοῦντες, ὡς ἐν φαρμάκου μοίρᾳ, τὴν ὑγιῆ πίστιν παραλαμβάνομεν, ὀρθὰς δόξας περὶ θεοῦ προνοίας καὶ περὶ ψυχῆς ἀθανασίας καὶ περὶ τοῦ κατ’
ἢ οὐχ οὕτως καὶ τοὺς τὰ σωμάτων κάμνοντας ἐπιστημόνως ἰωμένους ὁρῶμεν αὐτοὺς μὲν διὰ πλείστης ἀσκήσεως καὶ παιδείας τοὺς κατὰ ἰατρικὴν λόγους ἀνειληφότας καὶ πάντα λογικῶς χειρουργοῦντας, τούς γε μὴν ἐπὶ θεραπείᾳ προσιόντας αὐτοῖς πίστει ἑαυτοὺς καὶ τῇ τῶν χρηστοτέρων ἐλπίδι παρέχοντας, καὶ τῶν μὲν κατὰ τὴν ἐπιστήμην θεωρημάτων μηδὲν ἀκριβῶς ἐπαΐοντας, μόνης δὲ τῆς ἀγαθῆς ἐλπίδος τε καὶ πίστεως ἐξηρτημένους;
καὶ ὁ μὲν τῶν ἰατρῶν ἄριστος εἰς μέσον παρελθὼν ἅ τε χρὴ προφυλάττεσθαι καὶ ἃ προσήκει δρᾶν ὥσπερ τις ἄρχων καὶ κύριος μετ’ ἐπιστήμης προστάττει, ὁ δ’ ὡς βασιλεῖ καἰ νομοθέτῃ πείθεται, πιστεύων συνοίσειν αὐτῷ τὸ προστεταγμένον. οὕτω