Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

αὐτίκα γοῦν τὴν διδασκαλίαν αὐτοῦ κηρυχθήσεσθαι καθ᾿ ὅλης τῆς ἀνθρώπων οἰκουμένης εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι θεσπίσαντος, τήν τε ὕστερόν ποτε τῇ αὐτοῦ δυνάμει συστᾶσαν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίαν, οὔπω τότε καθ᾿ οὓς ἐνηνθρωπήκει χρόνους ὁρωμένην οὐδὲ συνεστῶσαν, ἐνθέῳ προγνώσει ἀήττητον καὶ ἀκατάπληκτον ἔσεσθαι, καὶ μηδεπώποτε ὑπὸ θανάτου νικηθήσεσθαι, ἑστάναι δὲ καὶ μένειν ἄσειστον, ὡς ἂν ἐπ᾿ ἀσείστῳ καὶ ἀρραγεῖ πέτρᾳ τῇ αὐτοῦ δυνάμει βεβηκυῖάν τε καὶ ἐρριζωμένην, ἀποφηναμένου, ὑπὲρ πάντα λόγον τὸ τῆς προρρήσεως ἀποτέλεσμα εἰκότως πᾶν ἄθυρον ἀποφράξειεν ἂν στόμα τῶν ἀναισχυντεῖν ἀναιδῶς παρεσκευασμένων.

τίς γὰρ οὐκ ἀλήθειαν ὁμολογήσειεν ἂν τῇ προρρήσει, τῶν πραγμάτων ἐναργῶς οὕτως μονονουχὶ φωνὴν ἀφιέντων ὅτι δὴ θεοῦ δύναμις , ἀλλ᾿ οὐκ ἀνθρωπεία φύσις ἦν ἡ ταῦτα τοῦτον ἐσόμενα τὸν τρόπον πρὸ τοῦ γενέσθαι θεασαμένη, προφήσασά τε καὶ ἔργοις ἐπιτελέσασα;

πεπλήρωκε γοῦν τὴν σύμπασαν, ὅσην ὁ ἥλιος ἐφορᾷ, ἡ τοῦ κατ᾿ αὐτὸν εὐαγγελίου φή-

v.1.p.9
μὴ, καὶ πάντα τὰ ἔθνη διέδραμεν, εἰσέτι τε νῦν αὔξει καὶ ἐπιδίδωσι τὰ περὶ αὐτοῦ κηρύγματα ταῖς αὐτοῦ φωναῖς ἀκολούθως.

ἥ τε ὀνομαστὶ προθεσπι- σθεῖσα ἐκκλησία αὐτοῦ ἕστηκε κατὰ κράτος ἐρριζωμένη, καὶ μέχρις οὐρανίων ἀψίδων εὐχαῖς ὁσίων καὶ θεοφιλῶν ψυχῶν μετεωριζομένη, δοξαζομένη τε ὁσημέραι, καὶ εἰς ἅπαντας τὸ νοερὸν καὶ ἔνθεον φῶς τῆς ὑπ’ αὐτοῦ καταγγελθείσης εὐσεβείας ἀπαστράπτουσα, οὐδαμῶς τε τοῖς ἐχθροῖς ἡττωμένη καὶ ὑπείκουσα, ἀλλ’ οὐδὲ ταῖς τοῦ θανάτου πύλαις ὑποχωροῦσα· διὰ μίαν ἐκείνην ἣν αὐτὸς ἀπεφήνατο λέξιν, εἰπὼν ‘‘ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.’·

καὶ ἄλλα δὲ μυρία πρὸς τοῦ σωτῆρος ἡμῶν λεχθέντα τε καὶ προρρηθέντα ἐν οἰκείᾳ συναγαγόντες ὑποθέσει, ταῖς ἐνθέοις αὐτοῦ προγνώσεσι τὰς τῶν πραγμάτων ἀποβάσεις συμφώνους παραστήσαντες, ἀναμφίλεκτον τῶν· περὶ αὐτοῦ δοξαζομένων ἡμῖν τὴν ἀλήθειαν ἐπιδείκνυμεν.

πρὸς τούτοις δὲ πᾶσιν οὐ μικρὰ τυγχάνει τῆς καθ’ ἡμὰς ἀληθείας ἀπόδειξις καὶ ἡ ἀπὸ τῶν Ἑβραι·κῶν γραφῶν μαρτυρία, ἐν αἷς πρὸ μυρίων ὅσων ἐτῶν οἱ παρ’ Ἑβραίοις προφῆται τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν παντὶ τῷ θνητῷ βίῳ κηρύξαντες ὀνομαστὶ τῆς τε Χριστοῦ προσηγορίας ἐμνήσθησαν καὶ τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν προὐθέσπισαν, τόν τε νέον τῆς εἰς πάντα τὰ ἔθνη διαδραμούσης διδασκαλίας αὐτοῦ τρόπον κατήγγειλαν, προειπόντες τὴν ἐσομένην εἰς αὐτὸν ἀπιστίαν καὶ ἀντιλογίαν τοῦ Ἰουδαίων ἔθνους, τά τε κατ’ αὐτοῦ δρασθέντα αὐτοῖς καὶ τὰ ἐπὶ τούτοις αὐτίκα καὶ οὐκ εἰς μακρὰν μετελθόντα αὐτοῖς σκυθρωπά· λέγω δὲ τῆς βασιλικῆς μητροπόλεως αὐτῶν τὴν ἐσχάτην πολιορκίαν, καὶ τῆς

v.1.p.10
βασιλείας τὴν παντελῆ καθαίρεσιν, αὐτῶν τε τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν, καὶ τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν, ἃ καὶ ταῖς προρρήσεσιν ἀκο- λούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν φαί- νονται πεπονθότες.

ἐπὶ τούτοις τίς οὐκ ἂν ἐκ- πλαγείη τῶν αὐτῶν ἀκούων προφητῶν, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν, τὴν τῶν ἐθνῶν κλῆσιν λαμπραῖς καὶ διαυγέσι φωναῖς εὐαγγελιζομένων; ἣ καὶ αὐτὴ ἄντικρυς εἰς ἔργον ἐχώρησε ταῖς προφητείαις ἀκολούθως διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας.

δι’ οὗ ἐκ παντὸς γένους ἀνθρώπων μυρίοι ὅσοι τὴν τῶν εἰδώλων ἀποστραφέντες πλάνην τοῦ ἐπὶ πάντων θεοῦ τὴν ἀληθῆ γμῶσίν τε καὶ εὐσέβειαν κατεδέξαντο, μονονουχὶ πιστούμενοι τοὺς τῶν παλαιῶν χρησμοὺς, τούς τε ἄλλους καὶ δὴ καὶ τὸν διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου φήσαντα “κύριε ὁ θεός μου, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆςγῆς, καὶ ἐροῦσιν ὡςψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἢν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί;”

Πάντα δὴ ταῦτα τὸν περὶ τῶν καθ’ ἡμᾶς πραγμάτων πιστοῦται λόγον, ὡς οὐκ ἐξ ἀνθρωπίνης ὁρμῆς ἐπιτηδευθέντα, θεόθεν δὲ προγνωσθέντα, καὶ θεόθεν διὰ τόν ἐγγράφων χρησμῶν προαναφωνηθέντα, καὶ πολὺ πλέον ἔτι θεόθεν διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις προβεβλημένον, αὖθίς τε ἐκ θεοῦ δυναμούμενον καὶ συνεστῶτα, ὡς ἐν τοσούτοις ἐτῶν χρόνοις ἐλαυνόμενον πρός τε τῶν ἀοράτων δαιμόνων καὶ πρὸς τῶν κατὰ χρόνους ὁρατῶν ἀρχόντων πολὺ πλέον διαλάμπειν, ὁσημέραι τε διαπρέπειν καὶ αὔξειν, καὶ πολὺ μᾶλλον πληθύειν, ἄντικρυς τῆς ἂνωθεν ἐκ τοῦ τῶν ὅλων θεοῦ συνεργίας τὸ ἄμαχον καὶ

v.1.p.11
ἀήττητον τό τε κατὰ τῶν ἐχθρῶν νικητικὸν τῇ τοῦ σωτῆρος ἡμῶν προσηγορίᾳ τε καὶ διδασκαλίᾳ παρεχούσης.

καὶ τὸ αὐτόθεν δὲ πρὸς εὐζωΐαν πᾶσιν ἀνθρώποις, οὐ μόνον ἐκ τῶν προφανῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐξ ἀπορρήτου δυνάμεως προβεβλημένον, πῶς οὐκ ἂν γένοιτο τῆς ἐνθέου δυνάμεως αὐτοῦ παραστατικόν; θείας μὲν γὰρ καὶ ἀπορρήτου δυνάμεως ἦν τὸ ἅμα τῷ αὐτοῦ λόγῳ, καὶ σὺν τῇ περὶ μοναρχίας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ προβεβλημένῃ διδασκαλίᾳ αὐτοῦ, ὁμοῦ καὶ τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας, ὁμοῦ καὶ τῆς τῶν ἐθνῶν πολυαρχίας ἐλεύθερον καταστῆναι τὸ τῶν ἀνθρώπων γένος.

μυρίων γοῦν τὸ παλαιὸν καθ᾿ ἕκαστον ἔθνος βασιλέων καὶ τοπαρχῶν ἐπικρατούντων, καὶ κατὰ πόλεις τῶν μὲν δημαοκρατουμένων, τῶν δὲ πολυαρχουμένων, πολέμωντε κατὰ τὸ εἰκὸς ἐκ τούτου παντοίων συνεστώτων, ἐθνῶν ἔθνεσι προσρηγνυμένων καὶ συνεχῶς τοῖς πλησιοχώροις ἐπανισταμένων, δῃούντων τε καὶ δῃουμένων καὶ ταῖς κατ᾿ ἀλλήλων πολιορκίαις ἐπιστρατευομένων, ὥστε διὰ ταῦτα πανδημὶ πάντας τούς τε τὰς πόλεις οἰκοῦντας καὶ τοὺς ἐν ἀγροῖς γεωπονοῦντας ἐξ ἔτι παίδων τὰ πολεμικὰ διδάσκεσθαι, ξιφηφορεῖν τε διὰ παντὸς κατά τε τὰς λεωφόρους καὶ κατὰ κώμας καὶ ἀγρούς.

ἐπεὶ δὲ παρῆν ὁ Χριστὸς τοῦ θεοῦ, περὶ οὗ πάλαι διὰ τῶν προφητῶν ἀνείρητο “ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. καὶσυγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν,” ἀκόλουθα ταῖς προρρήσεσιν ἐπηκολούθει τὰ ἔργα πᾶσα μὲν αὐτίκα περιῃρεῖτο πολυαρχία ῾Ρωμαίων, Αὐγούστου κατὰ τὸ αὐτὸ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπι-

v.1.p.12
φανείᾳ μοναρχήσαντος. ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦ οὐκ ἂν ἴδοις, ὡς τὸ πρὶν, πόλεις πόλεσι πολέμους οὐδ’ ἔθνος ἔθνει διαμαχόμενον, οὐδέ γε τὸν βίον ἐν τῇ παλαιᾷ συγχύσει κατατριβόμενον.

καίτοι πῶς οὐκ ἄξιον θαυμάζειν ἐπιστήσαντα τί δή ποτε τὸ μὲν παλαιὸν, ὅτε τῶν ἐθνῶν ἁπάντων κατετυράννουν οἶ δαίμονες καὶ πολλή τις ἦν τῶν ἀνθρώπων ἡ περὶ αὐτοὺς θεραπεία, πρὸς αὐτῶν τῶν θεῶν εξοιστρούμενοι ἐπὶ τοὺς κατ’ ἀλλήλων ἐξεκαίοντο πολέμους — ὡς τοτὲ μὲν Ἓλληνας αὐτοῖς Ἓλλησι, τοτὲ δὲ Αἰγυπτίους Αἰγυπτίοις, καὶ Σύρους Σύροις, Σύροις, τε Ῥωμαίοις πολεμεῖν, ἀνδραποδίζεσθαί τε ἀλλήλους καὶ κατατρύχειν ταῖς πολιορκίαις, ὥσπερ οὖν αἱ περὶ τούτων δηλοῦσι τῶν παλαιῶν ἱστορίαι — ἄμα δὲ τῇ τοῦ σωτῆρος ἡμῶν εὐσεβεστάτῃ καὶ εἰρηνικωτάτῃ διδασκαλίᾳ τῆς μὲν πολυθέου πλάνης καθαίρεσις ἐπετελεῖτο, τὰ δὲ τῆς τῶν ἐθνῶν διαστάσεως παῦλαν αὐτίκα παλαιῶν κακῶν ἀπελάμβανεν; ὃ καὶ μάλιστα μέγιστον ἡγοῦμαι τεκμήριον τυγχάνειν τῆς ἐνθέου καὶ ἀπορρήτου δυνάμεως τοὺ σωτῆρος ἡμῶν.

Τῆς δ’ ἐκ τῶν αὐτοῦ λόγων προφαινομένης ὠφελείας δεῖγμα ἐναργὲς ἴδοις ἂν ἐπιστήσας ὡς οὐδὲ ἄλλοτέ πω ἐξ αἰῶνος, οὐδ’ ὑπό τινος τῶν πάλαι δοαφανῶν, ἐκ μόνων δὲ τῶν αὐτοῦ φωνῶν καὶ τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην διαδοθείσης διδασκαλίας αὐτοῦ εὖ τὰ πάντων τῶν ἐθνῶν νόμιμα κεῖται, αὐτὰ ἐκεῖνα τὰ πρὶν θηριώδη καὶ βάρβαρα, ὡς Πέρσάς μητρογαμεῖν τοὺς αὐτῷ μαθητευθέντας, μηδ’ ἀνθρωποβορεῖν Σκύθας διὰ τὸν καὶ μέχρις αὐτῶν ἐλθόντα τοῦ Χριστοῦ λόγον, μηδ’ ἄλλα γένη βαρβάρων ἐκθέσμως θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι, μηδ’ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι καὶ τὰς παρὰ

v.1.p.13
φύσιν ἡδονὰς μετιέναι, μηδὲ κυσὶ καὶ οἰωνοῖς τοὺς οἰκείους νεκροὺς προτιθέναι τοὺς πάλαι τοῦτο πράττοντας, μηδ᾿ ἀγχόνῃ τοὺς γεγηρακότας ὥσπερ οὖν πρότερον, παραβάλλειν, μηδὲ σάρκας νεκρῶν τῶν φιλτάτων κατὰ τὸ παλαιὸν ἔθος θοινᾶσθαι, μηδ᾿ ἀνθρωποθυτεῖν ὡς θεοῖς τοῖς δαίμοσι κατὰ τοὺς παλαιοὺς, μηδὲ τὰ φίλτατα κατασφάττειν ἐπ᾿ εὐσεβείας ὑπολήψει.