Incertorum fragmenta

Parodica Anonyma

Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.

  1. ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλοβοτείρῃ,
  2. ἄλλοτε δʼ ἀίξασκε μετήορα· τοὶ δὲ θεαταὶ
  3. θώκοις ἐν σφετέροις οὔθʼ ἕστασαν οὐδὲ κάθηντο
  4. χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δʼ ὑπὸ νείκης
  5. ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
  6. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι.
  7. ἠύτε περ κλαγγὴ γεράνων πέλει ἠεροφώνων
  8. ὣς ἐπεὶ οὖν ξῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον,