Incertorum fragmenta
Parodica Anonyma
Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.
- τοῖς δʼ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον·
- πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων.
- τέτλαθι δὴ πενίη καὶ ἀνάσχεο μωρολογούντων·
- ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής.
- οὕς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι
- ἔστειχε δʼ ἔχων ὑπὸ ποσσὶ χίμεθλα
- Ἐρμοκαϊκόξανθος ἐπευξάμενος Διὶ πατρί·
- ὦ βροτολοιγέ, πόσους σὺ βροτῶν Ἄιδι προΐαψας;