Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τὰ νῦν δὲ ἡ ἐξίχνευσις καὶ κατόρθωσις τῶν πραγμάτων ὑπὸ τοῦ φόβου ἀμαυροῦνται καὶ προμαραίνονται, ἡ δὲ διάνοια ἀρνουμένη καὶ ἀστήρικτος λογισμοῦ ὑπάρχουσα τοῖς αὑτοῖς οὐκ ἐπιω ἀλλʼ ἄλλοτε ἀλλαχοῦ πηδῶσα τὴν πρώτην λήθην ἀναλαμβάνει. εὐπροαίρετος δέ τις ὤν καὶ φιλόκαλος ῥᾳδίως ὄκνον ἀναλαμβάνει καὶ ἀμαθίαν αἱρεῖται μᾶλλον ἢ ἐπικίνδυνον ἀρετήν· ἀλλʼ ὅμως ἐπὶ πάντων ἡ ἐπιθυμία κρατεῖ καὶ κολαζομένη καὶ λυπουμένη ἐπιμένει ἐπὶ τοῖς αὑτοῖς. ἐμὲ δὲ οὔθʼ ἵππων δρόμοι ποικίλοι καὶ ταχεῖα μάστιγος ῥοπὴ ἀνεπτέρωσεν οὔτε ῥυθμοὶ ὀρχηστῶν καὶ αὐλῶν καὶ Μούσης καὶ κεκλασμένης ἀοιδῆς θέλξις ματαία ἔτερψεν οὔθʼ ὅσα ποτὲ διὰ μεθόδων ἡ χλεύης ἐπάγεται τούς ἀκούοντας, ἀλλʼ οὐδὲ μὴν ἐπιβλαβέσι καὶ ἐπωρελέσιν πράξεσιν ἡδονῇ καὶ λύπῃ μεμερισμέναις ἐκοινώνησα οὔτε μυσαράς τε καὶ ἐπαχθεῖς --- ἔσχον, ἀλλὰ θείᾳ καὶ σεβασμίᾳ θεωρίᾳ τῶν οὐρανίων ἐντυχών ἠβουλήθην καὶ τὸν τρόπον μου ἐκκαθᾶραι πάσης κακίας καὶ παντὸς μολυσμοῦ καὶ τὴν ψυχὴν ἀθάνατον προλεῖψαι. ἔνθὲν καὶ τὰ θεῖά μοι προσομιλεῖν ἐδόκει καὶ διανοητικόν μου πρὸς τὴν ἀναζήτησιν νηπτικὸν ἐκεκτήμην. ἐπεὶ οὖν πολλά τε καὶ θαυμαστὰ συνέταξα δυνάμενα παρά τοὺς ἀρχαίους πείσειν τούς ἐντυγχάνοντας, ἀναπολήσας ὅτι οἱ ἀρχαῖοι πολλὰς ἀγωγὰς προέθεντο δυσλύτους καὶ αἰνιγματώδεις, ἀναγκαίως ἔσχον ταύτῃ τῇ συντάξει μυστικὰς καὶ ἀπορρήτους ἀγωγὰς προτάξαι περί τε χρόνων ἐμπράκτων καὶ περὶ ἐσομένων. οὕτως γὰρ εὐκατάληπτος φανεῖσα ἡ ἐπιστήμη καὶ ὑπὸ τῆς ἀληθείας στηριζομένη μὲν μῖσος ἀποδιώξει, μετάνοιαν δὲ πολλὴν ἐνδειξαμένη ἱερὰ καὶ σεβάσμιος προδειχθήσεται. εἰ δὲ δοκεῖ πολλάκις περὶ τῶν αὐτῶν λέγεσθαι, ἀδιάφορον· ἃ μὲν γὰρ ἐντυγχάνων τοῖς προγενομένοις συνέτασσον διὰ τῆς ἐπιθυμίας καὶ εὑρέσεως αἰφνίδιον (ἐνθουσιᾷ γὰρ ὁ συγγράφμν, μάλιστα δὲ περὶ τούτων, καὶ θεῷ προσομιλεῖν δοκεῖ), ἃ δὲ καὶ ἐπίτηδες, ὥστε εἴ τις φθόνος προσδραμὼν λυμήνηται τὰς συντάξεις ἡμῶν, εὑρεθῆναι καὶ ἑτέροις συγγεγραμμένα.
[*](2 ἀμοιροῦνται V δονουμένη Diels αἰωρουμένη Rad. 9 ταχεῖαν μ. ῥοπὴν V 10 διαύλων V, δι᾿ αὐλῶν Us. possis ἐκλυούσης καὶ κεκλ. θέλξεως Va 11 an μεθόδων σκευῆς ? μυθωδῶν Diels 12 possis delere ἀλλʼ aut μὴν, sed V. a vetusto particulorum usu aberrat 13 possis μεμιγμέναις 14 ἑταίρας suppl. Us. 15 τόπον V 17 πρσλῆψαι V, cf. Catal. II 183, 3 post μοι ἴδει Va προσωμιλεῖν V 18 νϊπτικὸν Vb, ληπτικὸν Cumont 20 πεῖσαι Us. ἀναπολέσας V 23 poesis περὶ ἐμβάσεων 27 ἃ] ἕνα V, ἔνια Diels 30 ὥστε add. Diels, 〈ἵν᾿ 〉 ἤν τις . . . εὑρεθῇ Us.)Καὶ ἡ μὲν τῶν χρόνων διαίρεσις κατὰ ζῳδιακὴν καὶ πλατικὴν ἀποτελεσματογραφίαν ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· νυνὶ δὲ περὶ μοιρικῆς διαστάσεως καὶ συναφῆς λεκτέον, ἣν καὶ πρότερον ἠνιξάμην· ἡ δὲ πεῖρά με προηγάγετο ἐπιδιασαφῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς ἀστερίσαντας τὸν χρόνον μοιρικῶς ἐκ τῆς τῶν αἰωνίων κανόνων πραγματείας χρὴ λαμβάνειν ἀπὸ ἑνὸς ἑκάστου ἀστέρος μοίρας ἐφ᾿ ὃν βούλεταί τις, ἤτοι σύνεγγυς ὄντα καὶ πόρρωθεν, κατὰ τὸν ἐπιδεχόμενον χρόνον καὶ τὴν ἀκολουθίαν τῶν ζῳδίων μέχρις ἄλλου ἀστέρος μοιρικῆς συναντήσεως· καὶ συλλογισάμενον πλῆθος τῶν μοιρῶν κατατάσσειν εἰς τὰς ἑκάστου ἀστέρος περιοδικάς ὥρας καὶ ἡμέρας μῆνας ἐνιαυτούς, καὶ κατὰ τὸν συντελειωθέντα χρόνον προλέγειν τὰ τῶν ἀστέρων ἀποτελέσματα ἐκ τε τῆς ἰδίας φυσικῆς ἐνεργείας καὶ ἐκ τῆς τῶν παραδόσεων πρὸς ἕκαστον ἀποτελεσματογραφίας. ἐὰν δέ πως συναχθεὶς ἀριθμὸς ἥττων ᾖ τοῦ χρόνου, σκοπήσαντας λεῖπον πόσον ἐστὶ προλέγειν μετὰ τοσοῦτον χρόνον γίνεσθαι ἀποτέλεσμα· ἐὰν δὲ πλεονάῃ, ἀφελόντας τὸν συνέχοντα πάλιν τὰς λοιπὰς ἀπὸ τῆς ἀφετικῆς μοίρας ἀπολύειν καὶ σκοπεῖν, μή τινες τῶν ἀστέρων ἀκτῖνες προσνεύσωσι τῇ μοίρᾳ ἤτοι κατὰ γένεσιν ἢ κατʼ ἐπέμβασιν· οὕτως γάρ εἴωθεν ἐξαίρετα καὶ μεγάλα γίνεσθαι ἀποτελέσματα.
Πολλάκις γάρ τῆς πλατικῆς διαιρέσεως μηδὲ φαινούσης τι καὶ ἄλλο μετὰ τὸν συνέχοντα τὸν περιλειπόμενον χρόνον εἰς ἥττονα μηνῶν καὶ ἡμερῶν ἀριθμὸν κατάξαντας καὶ συνέχοντας ἁρμοσαμένους κατὰ ἀνακύκλησιν ἀπολύειν μέχρι τοῦ ζητουμένου χρόνου· ἄλλως τε καὶ ποικίλαι ἀφέσεις καὶ κολλήσεις γινόμεναι τῶν τε ἀγαθοποιῶν καὶ κακοποιῶν ποικίλα καὶ ἀλλεπάλληλα καὶ εὐμετάθετα τὰ ἀποτελέσματα προφαίνουσι. καὶ γὰρ ἐστι συνιδεῖν πολλούς, οἵ ἐνὶ χρόνῳ πολλῶν ἐπειράθησαν πραγμάτων, ἀθρόως συνεκπεσουσῶν τῶν ἀφέσεων ἢ χρηματισασῶν κατὰ τὴν τῶν ζητουμένων χρόνων ἁρμονίαν· ἔνιοι δʼ οὐδʼ ὅλως μεταβολὴν ἔσχον ἀγαθοῦ τε καὶ κακοῦ, ἀλλὰ τοῖς αὐτοῖς ἐπέμειναν· τινὲς δὲ δοξασθέντες ἤ καὶ εἰς ἀνυπέρβλητον τύχην χμωρήσαντες κατὰ τὴν ἐξ [*](1 in mg. β΄ V 9 ὅν] ὧν V 10 καὶ] nempe ἢ 16 ἀποτελεσματογραφίαν V 17 ἧεττον V 21 ἀκτίνας V 25 εαὶ ἄλλο] an καλόν? 26 an κατατάξαντας? cf. l. 12 et 256, 16 29 τε] γε V 31 πολλοὺς οἳ] πολλοὶ V)
0ὐδὲ δεῖ λογίζεσθαι μόνην αὐτὴν τὴν μοῖραν, ἐφʼ ἣν βέβηκε τὰ τῆς συναφῆ ἧς, ἀλλὰ καὶ τὰς παρʼ ἑκάτερα ἀνὰ γ΄ ἄλλας, καθὼς τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. ἐκ τούτων γάρ καὶ χρόνος πρόδηλος ἔσται προληπτικὸς ἢ ἐπίμονος τοῦ ἀποτελέσματος, ὡς καὶ ἐπὶ τῶν ἐκλείψεων ἐστι συνιδεῖν τὸν τῆς μονῆς ἢ ἀνακαθάρσεμς χρόνον. καὶ σκοπεῖν, εἰ ὁ παραδιδούς τὸν παραλαμβάνοντα ἐπιβλέπει οἰκείως καὶ χρηματιστικῶς. καὶ ἡ μὲν τῆς συναφῆς κάθιξις πρὸς βραχύ ἐνδείκνυται γινόμενον, ἐπιμενεῖ δὲ μέχρις οὖ ἑτέρα παρεμπλακεῖσα θραύσῃ τὴν ἐκείνης δύναμιν· [*](1 μεταβολὴν V 6 ἐκλείπει V 7 ἐκδεξαμένη V nempe ἐπὶ τοῦ κ. ἁ χ. 〈ὑφʼ〉 ἑτέρας 14 εὐνοίας V 16 ἐναλλωοῖ V 18 προσσχηστέον V προσχρηστέον Rad. 24 ἀνατρέφαι opinor 25 μάλιστʼ ut vid. V 26 χρηματμκοῖς V 29 ἄλλας vix sanum, ἀνατολὰς Rad.)
Ἀλλʼ, ἐρεῖ τις, ἐπὶ τῶν διδύμων ἀδελφῶν οἱ αὐτοὶ χρόνοι ἔσονται, τῶν αὐτῶν ἀστέρων εἰς τὰς αὐτὰς μοίρας θυνεμπιπτόντων. ἀλλʼ ἐπὶ τῶν τοιούτων ὁ ὡροσκόπος μόνος ἐναλλαγεὶς ἐνηλλοίωσε τὰ κέντρα καὶ τὴν τοῦ γεννμωμένου τύχην τε καὶ κατάστασιν, ἐσθ’ ὅτε δὲ καὶ τέλος ἐπήγαγεν. ἐκ τούτων δεῖ διαλογίζεσθαι τάς δὲ αἱρέσεις πρός τε τὰς κεντροθεσίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας, κάν μὴ κατὰ κοσμικὸν ἐπίκεντροι τύχωσιν· ἄλλως τε εἰ ἐφʼ ἧς βέβηκε μοίρας ὅστις ποτὲ τὸν καθυπερτεροῦντα μαρτυροῦντα κεντρικῷ διαστήματι ἔχοι, οἷον εἰ ὡροσκοπούσης ἐκείνης δύναται ἡ τοῦ ἑτέρου μεσουρανεῖν κατὰ τὴν τῶν ζῳδίων διαφορὰν ἤτοι ἐναλλὰξ πρὸς ἐτερον κέντρον οὕτως γὰρ εὔτονος ἡ μαρτυρία γενήσεται.
Παραπλησίαν δὲ ἄν τις εἰκάσειεν ταύτην τὴν ἀγωγὴν τῇ διὰ [*](4 ἡμέρας V 22 de hoc argumento cf. Boll Studien p. 148 24 ἀναλλαγεὶς V minima horoscopi diversitas, qualis eat in geminis, diversa efficit: cf. Procl. in remp. Π 56, 18 26 an λογί 27 possis etiam διαιρέσεις 29 τε] δὲ V 32 ἢτο V 34 ἂν Us] ἐὰν V De ludo latrunculorum cf. arquardt—Mau2 855; Renard Bull. Inst. Arch. Liegeois XXIX p. 42)
Συγκρίνειν δὲ δεῖ τὰς τῶν παραδόσεων δυνάμεις, τίνων εὐτονμωτέρα [*](1 μελάνων V, mutavi dubitans 2 De vitae cum mercatu comparatione cf. Praechter Hierokles, 149; Cic. Tuse. V 9 3 τοὺς φήφους V, cf. ad . 1 4 μετατίθενται Us. 5 ἄφρακτος opinor 8 Cf, Laus Pison. 194: ut niveus nigros, nunc et niger allige t albos. 201 similisque ligato (calculus) obligat ipse duos: ubi cetera quoque similia 10 fort. ὲκάτερος 13 προσὸεδωκότι V 24 καὶ] κὰν V 26 fors. ἀνθελκόμενον 〈δὲ〉 29 nempe δειγματισμός 31 συγκεκραμένη V debebat οὔτε φ. οὔτε ἀ. πλῆρες κ.)