Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Λέγει δὲ τὰ συμβαίνοντα μᾶλλον εὐτονώτερα καὶ ἐμφο ανέστερα γίνεσθαι, ἐὰν ἴδιος ᾖ ὁ τῶν ἐτῶν ἀριθμὸς τοῦ συμφωνοῦντος πρὸς τὴν ἀποδιάστασιν ἀστέρος, οἷον οὕτωςʼ τά μὲν γ΄ εἶναι Κρόνου . τὰ δὲ ε’ Ἀρροδίτης, τὰ δὲ ζ΄ Ἄρεως, τὰ δὲ η΄ Ἑρμοῦ, τὰ δὲ θ΄ Διός, τὰ τγ΄ Σελήνης, τὰ ιη΄ Ἡλίου. ἐὰν οὖν ἅμα συνεμπίπτῃ οὖτός τε ὁ ἀριθμὸς καὶ ἡ διάστασις εἰς τὸν αὐτὸν ἀστέρα, γίνεται χρηματίζων χρηματιστικῷ ἐὰν θὲ ὁ ἐνιαυτὸς μὴ συνεμπίπτῃ εἰς τινα τοῦ διαστήματος ἐπʼ αὐτὸν φέροντος, ἀχρημάτιστος ἀχρηματίστῳ. καὶ ἐὰν μέν τις διάστασις χρηματίζουσα δὲ τοῖς μεταξὺ ἔτεσι μὴ εὑρεθῇ, τῇ πρώτη χρηστέον, ἕως ἑτέρα εὑρεθῇ. Οῖον ἐπὶ τοῦ προκειμένου θέματος ὁ κη΄ πρὸς Ἄρεα Ηλιον· ὁ κθ΄ οὐκ ἔχει διάστασιν· ὁ λ΄ ἔχει μὲν γ΄ καὶ καὶ Ϛ' καὶ καὶ α’ καὶ ταῦτα τὰ ζῴδια· ὁ δὲ λα΄ πάλιν οὐχ ἁρμόζει τινὶ διαστήματι. ταῦτα τὰ ἔτη ἐπικρατήσει ὅ τε Ἄρης [*](1 a Luna Mars IV locorum intervallo distat 6 sq. καὶ εν ϊ (ι dubium) et suprascr. Capricorni signum ut vid. V 7 fort. ἐστὶ δὲ καὶ . . . ιή καὶ τρεῖς ἑξάκις· ἀλλ᾿ . . . post ἑξάκις tres litterae del. in V 8 ἀνὴρ V 12 τετραεἳ V 22 λέγει sc. Critodemus 24 nova haec doctrina ut vid.)
Ὑποτάξομεν δὲ καὶ τὰς διαφοράς τῶν κλιμακτήρων κατὰ τὴν τῶν ἀστέρμων χρονογραφίαν καὶ τὴν πρὸς ἀλλήλους ἀποκατάστασιν. πρώτῳ ἀσθενήσει καὶ ἐπίφ οβος ἔσται· δευτέρῳ κινδυνεύσει διʼ ὑγρῶν σπασμόν· γʼ Κρόνου κλιμακτὴρ ἐπισφαλής· ε’ Φωσφόρου, ἀσθενήσει. Κρόνου δεύτερος· ζ΄ Ἄρεως πρῶτος ἐπικίνδυνος, πυρετοῖς αἵμασι τραύμασι πτώμασιν ἑλκώσεσι περιτρέπων ἢ σιδήρου τομαῖς. η΄ Ἑρμοῦ πρῶτος ἀσύνθετος. θ΄ Διὸς πρῶτος, Κρόνου τρίτος ἐπικίνδυνος· ἀσθενήσει ἢ ῥιγοπυρέτοις ὀχληθήσεται καὶ τῶν ἐντὸς ἢ κοιλίας πόνοις. ι΄ Ἀφροδίτης δεύτερος· ἀσθενήσει ἐκ πληθώρας. ιβ΄ κλιμακτὴρ Κρόνου τέταρτος· ἀπροσδοκήτως ἢ διʼ ὑγρῶν. τγ΄ Σελήνης πρῶτος· πυρετὸς δύσκολος ἐπιγενήσεται ἢ κατάπτωσις καὶ τῶν ἐντὸς ἢ θώρακος πόνοι. ιδ΄ Ἄρεως δεύτερος ἐπικίνδυνος δύσκολος. ιέ Κρόνου πέμπτος, Ἀφροδίτης τρίτος, ἀνετικός. ιϚ΄ Ἑρμοῦ δεύτερος κλιμακτήρ, σύνθετος διὰ χολέρας ἢ ἀρτηρίας καὶ δυσαναληψίας. τή Διὸς δεύτερος, Κρόνου τρίτος, Ηλίου πρῶτος, χαλεπὸς λίαν. κ΄ Ἀφροδίτης τέταρτος, ἀκίνδυνος κατά πλεῖστον· νόσοι δὲ ἐκ πληθώρας ἡ κόπου παρακολουθοῦσιν. κα΄ Ἄρεως τρίτος, Κρόνου ἕβδομος· δύσκολος καὶ ἐπικίνδυνος. κδ΄ Κρόνου ὅγδοος Ἑρμοῦ τρίτος, δύσκολος διὰ μελαγχολίας καὶ ὑγρῶν. κε΄ Ἀφροδίτης πέμπτος, σύνθετος. κζ΄ Διὸς τρίτος, Κρόνου ἔνατος, μέσος. κη΄ Ἄρεως τέταρτος κλιμακτήρ, ἐπισφαλής. λ΄ Κρόνου δέκατος, Ἀσροδίτης ἕκτὸς, ἀκίνδυνος κατὰ πλεῖστον. λβ΄ Ἑρμοῦ τέταρτος, σκυλτικός. λγ΄ Κρόνου ἑνδέκατος, δύσκολος. λέ Ἄρεως πέμπτος Ἀφροδίτης ἕβδομος, ἐπικίνδυνος καὶ εὐεπιβούλευτος. λϚ΄ Διὸς τέταρτος, Κρόνου δωδέκατος, χαλεπὸς καὶ ἐπικίνδυνος. μ΄ Ἀφροδίτης ὄγδοος, Ἑρμοῦ πέμπτος, οὐ χαλεπός. μβ΄ Ἄρεως ἐκτὸς, Κρόνου ιδ΄, χαλεπὸς καὶ ἐπικίνδυνος. με Διὸς πέμπτος Ἀφροδίτης ἔνατος, Κρόνου ιε΄· οὖτος ὁ κλιμακτὴρ καλεῖται Στίλβων καὶ προσέχειν δεῖ, μή πως περὶ τούς πόδας γένηται πάθος κατὰ τοῦτον τὸν χρόνον τοῦ Ἑρμοῦ χρηματίζοντος τῇ γενέσει· κινδύνους γάρ ἐπιφέρει ἄρθρων καὶ ἀσθενείας καὶ βιωτικὰ συμπτώματα καὶ ἀηδίας. μή Ἑρμοῦ ἕκτος, Κρόνου ιϚ΄ χαλεπὸς λίαν καὶ ἐπικίνδυνος. μθ΄ Ἄρεως βδομος, ἐπικίνδυνος ἢ αἰφ νίδιος διὰ πυρετῶν ἥ αἱμαγμῶν καὶ [*](1 nempe ᾧ 6 potius ὑγρῶν καὶ σπασμῶν 6 insolita Veneris appellatio fontis indicium 10 post ἀσθενήσει ἐκπληθώ ρα Va, del. Vb 20 κά] καὶ V 25 ἐνδίκαστυς V 31 καὶ fort. del. Vb 33 fort, del. 34 ante ἐηδίας ἐσθενείας Va, del. Vb 35 ις΄] ιβ΄ V)
Ἐστω ὑποδείγματος χάριν Ηλιος Ζεὺς Ἄρης Καρκίνῳ, Σελήνη Ζυγῷ, Κρόνος Τοξδτῃ, Ἀφροδίτη Ἑρμῆς Λέοντι, ὡροσκόπος κιδύμοις. ἐτελεύτα τῷ νδ΄ ἔτει· ἦν γὰρ κύκλος Κρόνου μὲν ιη΄ , Διὸς δὲ ἕκτος, Ηλίου δὲ τρίτος. τούτων συναποκατάστασις. εὑρέθη δὲ καὶ τῷ θανατηφόρῳ μηνὶ Ηλιος καὶ Ζεύς, τουτέστι Γοξότῃ· ἄλλως τε τὸν νδ΄ ἐνιαυτὸν ἀπὸ θανατικοῦ τόπου παρεδίδοσαν. Ηλιος καὶ Ζεὺς καὶ Αρης Κρόνῳ τῷ Τοξότῃ· χαλεπὴ οὖν ἡ παράδοσις. ἐπὶ πάσης οὖν γενέσεως ἔδοξε μὴ μόνον ἀπὸ τῆς Σελήνης τὴν ἄφεσιν τῶν κλιμακτήρων ποιεῖσθαι, ἀλλὰ καὶ ἀπὸ πάντων τῶν ἀστέρων, ὧν οἵ τε θανατηφ ὅροι χρόνοι καὶ βιωτικοὶ σκυλμοὶ συννοηθήσονται· κὲν μὲν οἱ βιώσιμοι χρόνοι κατὰ τάς προκειμένας αἱρέσεις συντρέχωσιν, ἀπαραβάτως ὁ κλιμακτὴρ ἐπακολουθήσει· ἐὰν δὲ ἡ μὲν ὑπὸστασις διάστασιν ἔχῃ, [*](1 βίας V, corr. H 7 ἀνὁροσκάστης V, correxi dubitanter: απἀνοϲἰαε Firmic. 259, 4 11 δέκατος] ή V 15 an κακός? 23 cur infra CXX annos se contineat, cognosces e Plin. VII 160 (Necheps. fr. 17) Censor. 17, 4)
Καὶ ταῦτα μὲν ἡμεῖς νήφσ οντι λογισμῷ καὶ πολυμερίμνοις ἀνίαις δοκιμάσαντες μετὰ πολλοῦ πόνου προεθέμεθα τοῖς γε νοῦν ἔχουσι, καὶ ὥσπερ οἱ λα ιο ὶ καὶ περὶ ταῦτα ἠσχολημένοι ἔπραττον δυνάμενοι ἐξομοιοῦσθαι καὶ συμπάσχειν. ἀλλὰ νῦν ῥᾳδίως μὲν τούτων τις τῶν τὴν ἐπιστήμην νοθευόντων λόγοις κεκαλλωπισμένοις καὶ ποικίλαις μεθόδων ἀγωγαῖς πείσειεν ἄν οὐ μόνον τούς τῆς θεωρίας ἀμυήτους, ἀλλὰ καὶ τούς ποσῶς αὐχοῦντας ἢ μεγάλη δόξη καθεστῶτας διὰ ἀκατάληπτον τῆς περὶ αὐτῶν γοητείας τε καὶ τόλμης. τά γὰρ ἀποπτώματα μή κρίνων ἐναντιώματα εὐημερεῖ διὰ τοῦ θάρσους μή ἔχων ἐρύθημα ἔλεγχον ἀμαθίας, ἀλλʼ ὥσπερ τραγικὸν ἢ κωμικὸν πρόσωπον περικείμενος σκηνοβατεῖ, πλάνης μᾶλλον ἢ ἀληθείας τρόπον κεκτημένος. ὁ δὲ ἀπὸ δογμάτων καὶ ἀπὸ θεωρημάτων φερόμενος πολυχρονίαν μάθησιν μὴ βουλόμενος καταρρίψαι ἐπερειδόμενος τῇ ἐμπειρίᾳ ἅτε δὴ βακτηρίᾳ βραδέως μὲν καὶ δεδιότως θέγγεται καὶ τῇ διανοίᾳ συννεκροῦται λογιζὁμενος μὲν ἀπόπτωμα υγῆς καὶ θανάτου ἄξιον, δὲ ἐπίτευγμα κέαρ πέπονμένον [*](2 ἀδοξίας V βίαν V 3 καταδίκαι aut καταδίκας V 5 τῶν. . .βίων V 11 ἀμαυρώσωσι V 12 εὒτονος V ἰναναφόρων V 13 παραδώσεις V 20 οῖσπερ Diels 21 sc, diacentibus 23 κεκακαλλωπισμένοις V 26 nempe περὶ αὑτὸν 27 ἐρίθυμα V ut vid. 29 παρακεμενος V 30 ὁ δὲ] ὃς V 31 scientiam suam dedecore afficere nolens 33 συνεκκρούεται V 34 κατὰ κ. π. ἀρετῇ Us., versus lyrici vel tragici alicuius)
Οὐεττίου Οὐάλεντος ἀνθολογιῶν βιβλίον ε τετέλεσται.
[*](3 ἑπομέναων V 7 τινας] nempe τοὺς 8 ποφαίνεται V 12 aut iungendum περὶ τ. κ. καὶ μὴ et scribendum συγκεκομμένως vel sim. aut in μὴ latet dativus a συγκεκρ. pendens (velut τιμῇ) 14 possis μὴν vel μέντοι nempe πρασσόντων 15 mathemaicos neglegentes, nimicoa aut Valentis aut ipsorum, remunerantur sudibus et honoribus possis 〈τῷ〉 παραυτίκα et ἀμείβοντες)Πᾶσα μὲν οὖν ἐπιστήμη καὶ τέχνη ἀρεστὴ κατά τὴν τοῦ ἐπάγοντος πρᾶξίν τε καὶ σύνεσιν ἢ καὶ σώματος ἕξιν οἰκείαν ἢ ἀνάρμοστον πρὸς τὴν ἕξιν. ὅθεν καὶ πολλοὶ μέμφονταί τε καὶ λειάζουσι τοὺς πλησίον, ἐπεὶ μὴ τῆς αὐτῆς κεκοινωνήκασι πράξεως, ὖπερ ἐστὶν ἀδύνατον καὶ ἀσύμφορον πάντας τὰ αὐτὰ εἰδέναι, ἴδιον δὲ ἑκάστου ἀγαθόν ἡγούμενοι κέκτηται συμβαίνει τε καὶ φρονεῖν δοκεῖ βέλτιστα. πολλάκις γάρ εὑρίσκεταί τις ὢν δημιουργὸς καὶ μεθοδικὸς πρὸς τάς ἐπιβολὰς τῶν πράξεων καὶ ἐπιτευκτικός, κἀν ἄπειρος γραμμάτων ἐπιτυγχάνῃ· ὁ δὲ πάνυ πεπαιδευμένος ῥᾳδίως ἁλίσκεται ὡς ἄπειρος τῶν παθῶν ὑχ᾿ ἀφελότητος καὶ ἀδιοικησίας προδεδομένος. καὶ οὗτος ἀδυνώμενος ματαίαν ἡγεῖται τὴν τῆς παιδείας ἐπιβολὴν καὶ εὐδαίμονα προκρίνει τὸν ἀμαθῆ. Ταῦτα δὲ εἱμαρμένης καὶ τύχης ἐστὶν ἔργα, αἵτινες ἀφάτως ἡρέμα συνερχόμεναι τοῖς ἀνθρώποις οὕς μὲν μακαρίους οὓς δὲ κακοδαίμονας ἀπεργάζονται ἀλογίστως καὶ ἀπρεπῶς. καὶ οὕτως διὰ πλάνης καὶ κακουργίας ὁ βίος ὁδεύων ἃ μὲν αὔξει καὶ δοξάζει καὶ εἰς εὐημερίαν καὶ προφάνειαν ἄγει, ὡς καὶ πολλούς ἐραστάς τῶν τοιούτων γίνεσθαι, ἃ δὲ λυπεῖ καὶ φ θείρει καὶ μαραίνει καὶ εἰς λήθην καὶ κίνδυνον καὶ μῖσος μεταχέρει τινὰς δὲ εἰς τὰς ἐχθίστας αὐτοῖς τέχνας καὶ ἐπιστήμας μετατρέψας ἀμετανόητον γνώμην καὶ πρᾶξιν καὶ τύχην ἐνηρμό [*](4 in mg. α’ V 7 fors. πρὸς τέχνην ἕ. aut π. τὴν πρᾶξιν 10 nempe ἡγουμένου 〈ἃ〉 συμβαίνει quam vim habeat nescido 11 τις ὣν δ. subiectum 13 ἐπιτυγχάνει V 14 melius si scripsisset πρακτέων vel sim. 15 ὁ δυνάμενος V, οὕτως ὁ δεῖνα μὲν Us. 20 οὗτος δὲ πλάνης V 21 μὴν V 24 ἐχθίστους V 25 ἀμετανόητον non intellego; an εὐμετ.?)
Προέγραψα μὲν οὖν ταῦτα καὶ αὐτὸς σεμνυνόμενος ἐπὶ τῇ περιχυθείσῃ μοι ὑπὸ τοῦ δαίμονος οὐρανίᾳ θεωρίᾳ, ἥτις νῦν ἀτιμάζεται καὶ ἀπελαύνεται, καὶ προγενεστέρα ὑπάρχουσα καὶ τὰ πάντα διέπουσα τῷ βίῳ, ἦς ἄνευθεν οὐδὲν οὔτʼ ἐστιν οὔτʼ ἔσται, ποτὲ δὲ ἐπίφθονον δοκεῖ καὶ τοὔνομα κεκτῆσθαι, ὅτε οἱ πρὸ ἡμῶν ἐπὶ τούτῳ ηὔχουν καὶ ἐμακαρίζοντο. ἄχθομαι οὖν καὶ ζηλωτὴς τυγχάνω τῶν παλαιῶν βασιλέων τε καὶ τυράννων καὶ τῶν περὶ τὰ τοιαῦτα ἐσπουδακότων, ἐπεὶ μὴ τοῖς αὐτοῖς ηὐτύχησα βιῶναι χρόνοις εὐπαρρησίαστον καὶ ἄφθονον τὸν αἰθέρα καὶ τὴν ἀναζήτησιν κεκτημένοις. εἰς τοσοῦτον γὰρ ἐπιθυμίας καὶ ἀρετῆς ἔσπευσαν, ὡς τὰ ἐπὶ γῆς καταλιπόντας οὐρανοβατεῖν ἀθανάτοις ψυχαῖς καὶ θείαις καὶ ἱεραῖς γνώμαις συνεπιστήσοντας, καθὼς καὶ ὁ Νεχεψὼ ἐμαρτύρησε λέγων· ἔδοξε δέ μοι πάννυχον πρὸς ἀέρα --- καὶ μοί τις ἐξηχησεν οὐρανοῦ βοή, τῇ σάρκας μὲν ἀμφέκειτο πέπλος κυανόχρους κνέφας προτείνων καὶ τὰ ἐξῆς. τίς γὰρ οὐκ ἂν κρίναι ταύτην τὴν θεωρίαν πασῶν προὔχειν καὶ μακαριωτάτην τυγχάνειν, ἐν ἧ Ἡλίου μὲν τακτοὶ δρόμοι κατὰ πρόσθεσιν καὶ ἀφαίρεσιν ἀριθμῶν τροπαῖς ἐπεμβαίνοντες καιρῶν μεταβολὰς προσημαίνουσιν, ἀνατολὰς καὶ δύσεις, ἡμέρας καὶ νύκτας, ὡρῶν καιρῶν κρύος καὶ θάλπος, ἀέρων εὐκρασίας, ἔτι δὲ συνιδεῖν ἐστι καὶ Μήνης ἀνωμάλους δρόμονς, προσνεύσεις τε καὶ ἀναχωρήθεις, αὐξήσεις τε καὶ μειώσεις, ὕψος τε καὶ βάθος, ἀνέμων φοράς, συναφάς καὶ ἀπορροίας, ἐκλείψεις τε καὶ σκιαθμοὺς καὶ τὰ λοιπὰ πάντας ἐκ τούτων δοκεῖ συνεστάναι τά τε ἐπὶ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ καὶ ἀρχὴ καὶ τὸ τέλος τῶν γεννωμένων. τῶν δὲ λοιπῶν ἀστέρων πέντε αἱ πορεῖαι καὶ ἄστατοι δρόμοι καὶ ποικίλαι φάσεις, ἀλλὰ καίπερ ἀνώμαλοι καὶ πλανῆται ὀνομαζόμενοι ἐστηριγμένην τὴν φύσιν κέκτηνται καὶ διὰ τακτῶν ἀνακυκλήσεων καὶ περιόδων εἰς τοὺς αὐτοὺς ἀποκαθίστανται τόπους.
[*](6 καίπερ προγ. Us. 8 ὁπότε V 10 ad sqq. cf. Riess Νecheps. fr. 1 Retzenatein Poimandres p. 4 καὶ del. Reitz. 14 ἕσπευσα V, corr. Us. 15 φωναῖς συνεπιτηρήσοντας Reitz.; an ζωαῖς συνεπιστατήσοντας? συνεπισπεύσοντας Rad. 17 totus trimeter excidisse vid. κοητῆ V 18 κυανόχρα V, corr. Us. 23 del. Keil Plasberg. καίριον Diels 24 fors. εὐκρ. 〈καὶ δυσκρασίας〉 26 ἀνέμων φοράς post εὐκρασίας v. 1 transfert Plasberg; at luna habet quosdam βαθμοῖς καὶ ἀνέμους (cf. Val. I 13 etc.) 27 〈ἃ〉 ἐκ Rad. 29 del. Reitz. σκολιαὶ πορεῖαι Reitz. πέντε αἱ] παντοῖαι Rad.)