Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Οἴον Δίδυμοι ὡροσκόπος, μεσουράνημα Υδροχόος μοιρικῶς· ἐφἑξει οὖν οὗτος ὁ τόπος τὸν περὶ πράξεως καὶ δόξης καὶ τέκνων λόγον καὶ τὸν περὶ ξένης καὶ θεοῦ, ἐπεὶ ζῳδιακῶς ἐν τῷ θ΄ ἀπὸ τοῦ ὡροσκόπου εὑρέθη καὶ ἡ παράδοσις δὲ ἡ διὰ δ΄ καὶ ε΄ ἐπ᾿ αὐτοῦ εὑρέθη ἐπὶ τὸν ὡροσκόπον χρηματίζουσα καὶ ἡ ἀπὸ τοῦ ὡροσκόπου ἐπʼ αὐτὸν ἡ διὰ θ΄ καὶ ι΄ παράδοσις χρηματίζει. ὁμοίως δὲ καὶ τὸ διάμετρον τοῦ Υδροχόου τουτέστιν ὁ Λέων, ὅπερ ὑπόγειον κέντρον, ἐφέξει τόν τε περὶ θεμελίων κτημάτων καὶ γονέων λόγον καὶ τὸν περὶ θεοῦ καὶ ἀδελφῶν καὶ ξένης, καὶ ἡ διὰ γ΄ καὶ δ΄ παράδοσις ἀπὸ ὡροσκόπου ἐπ᾿ αὐτὸν εὐτονήσει καὶ ἀπ᾿ αὐτοῦ δὲ ἐπὶ τὸν ὡροσκόπον ἡ διὰ ι΄ καὶ ια΄. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων καὶ πολυαναφόρων τὸ ὅμοιον λυέσθω, ἐπὰν ἐν τῷ ἑξαγώνῳ συμπέσῃ τὸ μεσουράνημα· ὅθεν ἐὰν μοιρικῶς τοὺς τόπους ἐξετάσωμεν καὶ τὰς ἀποδιαστάσεις τῶν ἀστέρων, οὐ πταίσομεν. οἷον Ἄρης ὡροσκόπος Παρθένῳ, Σελήνη Σκορπίῳ ὑπόγειος, τὸ μεσουράνημα Ταύρῳ· ζητεῖν δεῖ λδ΄ ἔτος. ὑφαιρουμένων δυοδεκάδων δύο ὑπολείπονται ι΄· ἴσχυσεν ἡ παράδοσις ἡ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα διὰ τὸ κέντρον καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ τὸν Ταῦρον τουτέστι τὸ μεσουράνημα. ἔπραξε γὰρ τῷ χρόνῳ ἐπὶ ξένης καὶ φιλίας μειζόνων ἔσχε καὶ διὰ θηλυκὸν πρόσωπον ἐκινδύνευσεν ἀπολέσθαι τομαῖς τε καὶ αἱμαγμοῖς περιέπεσε· καὶ ἄλλαι δὲ παραδόσεις ἐχρημάτισαν τῷ χρόνῳ τούτῳ, πλὴν τὰ αἴτια οὐκ ἐδήλουν. οὕτως οὖν πολλάκις μὴ ὑποπτευομένου τοῦ χρόνου αἴτια κακῶν συνίσταται ἢ- πάλιν μὴ προσδοκωμένου μεγάλαι δόξαι καὶ ὠφέλειαι παρακολουθοῦσιν.
Ὑποδείξομεν δὲ καὶ γενέσεις ὑποδείγματος χάριν εἰς τὸ εὐσύνοπτον τοῖς ἐντυγχάνουσι τὴν θεωρίαν φανῆναι. οἷον Ἡλιος Σελήνη Ἀφροδίτη Ἑρμῆς ὡροσκόπος Σκορπίῳ, Κρόνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Λέοντι. ἐν τῷ κ΄ ἔτει παράδοσις Διὸς Αἰγόκερῳ Ἄρει Λέοντι ἡ διὰ η΄ παραδέδωκεν οὖν Ζεὺς Ἄρει ἀπὸ τοῦ γ΄ [*](6 ἡ abundat 8 τῶν τε V 9 τὸν] τῶν V 10 sq. ἐπʼ αὐτοῦ V 12 an νοείσθω? 13 nempe ἐμπέσῃ aut συνεμπέσῃ τὸ] τὸν V Medium Caelum esse potest etiam in XI. loco i. e. in horoscopi hexagono 16 τὸ] τὸν V 18 debebat numerari usque ad X. locum, sed Medium Caelum etsi non ibi positum tamen decimi vices explet 20 τῷ χρ. i. e. anno XXXIV. 24 genet. absol. tolerandum putavi 31 διαίρεσις in mg. Vb quod post η΄ inseri voluisse videtur; sed pertinet potius ad p. 228, 3)
Ἄλλη. Ἥλιος Ταύρῳ. Σελήνη Ἑρμῆς Κριῷ. Κρόνος Ἰχθύσι. Ζεὺς Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Διδύμοις, ὡροσκόπος Παρθένῳ. ἐν τῷ μβ΄ ἔτει ἐκληρονόμησε θηλυκὸν πρόσωπον· ἦν γὰρ διὰ Ϛ΄ παράδοσις ἀπὸ Σελήνης καὶ Ἑρμοῦ ὄντων ἐν τῷ θανατικῷ τόπῳ Κρίῷ εἰς τὴν Παρθένον οἶκον Ἑρμοῦ καὶ ἀπὸ ὑψωματικοῦ ζῳδίου εἰς ὑψωτικόν. τῷ δὲ με΄ ἔτει ἀρχὴν ἐπίσημον ἔσχε δημοσίων χάριν πραγμάτων· Ἀφροδίτη γὰρ ἀπὸ μεσουρανήματος παρέδωκεν Ἄρει δηλοῦντι τὸ ταραχῶδες τῷ τε Διὶ τὸ τῆς δόξης. ἦν δὲ καὶ ἡ ἀπὸ ὡροσκόπου ἄφεσις ἐπὶ τὸν Ἥλιον, ὅθεν καὶ βασιλεῖ γνωστὸς ἐγένετο κατʼ ἐκεῖνον τὸν χρόνον. ἐν δὲ τῷ αὐτῷ ἔτει καὶ παλλακίδας ήλευθέρωσε διὰ τὸ εἰς τὸν περὶ δούλων τόπον Δία ὄντα παρειληφέναι ἀπὸ Ἀφροδίτης. τῷ μς΄ ἔτει πράγματα ἔσχε καὶ ἀνασκευασμοὺς τηκτῶν πραγμάτων καὶ διὰ θηλυκῶν προσώπων ταραχὰς καὶ παλλακίδων δυοῖν θάνατον· ἦν γὰρ ἡ παράδοσις ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον ἐν τῷ γαμοστολικῷ καὶ ἀπὸ Ἡλίου ἐπὶ Ἄρεα καὶ Δία. τῶν μὲν οὖν ταραχῶν ἐπαύσατο.