Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἥλιος Ταύρῳ, Σελήνη Ἀφροδίτη ὡροσκόπος Κριῷ. Κρόνος Αἰγόκερῳ, Ζεὺς Παρθένῳ. Ἄρης Σκορπίῳ, Ἑρμῆς Διδύμοις. τῷ να΄ ἔτει ἐξενίτευσε καὶ ἐπὶ βασιλέως ἐλθὼν δίκην ὑπὲρ [*](2 potius βασιλέα 3 διαίρεσις (cf. ad p. 227, 31) Vb] αἵρεσις Va 6 παρά τι paeneʼ 9 XXIII ═ XII + XI; quaeritur igitur intervallum XI locorum, quale hic est inter Iovem et Solem ceterosque in horoscopo positos 18 μεζόνων] Μ V κεκτημένων V 19 facile ὑφωτμκοῦ 20 fort. ἔσχε 〈καὶ αἰτίᾳ περιέπεσε〉 vel. sim. 22 τε] δὴ V 24 αὐτῶ iterat V 27 τηκτῶν dubium 28 δοιοῖν V 30 Δία. τῶν] δι᾿ αὐτῶν V 33 τῷ] τῶν V)

229
φίλου ἀρχιερωσύνης ἐνίκησεν· ἦν γάρ ἡ παράδοσις ἀπὸ Σελήνης καὶ Ἀφροδίτης καὶ ὡροσκόπου ἐπὶ Ἑρμῆν ὄντα τῷ περὶ θεοῦ καὶ βασιλέως. δὲ τῳ αὐτῷ ἔτει καὶ τέκνου θάνατος ἐγένετο· Ἄρης γάρ ἀπὸ θανατικοῦ τόπου Κρόνῳ παρέδωκεν ὄντι τῶ περὶ τέκνων τόπῳ.

Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ. Σελήνη Ἄρης Τοξὄτῃ, Κρόνος Αίγόκερῳ, Ζεὺς Υδροχόῳ, Ἀφροδίτη Παρθένῳ, ώροσκόπος Ταύρῳ τούτου τοῦ προκειμένου θέματος ὁ υἱὸς ὡς πρὸς σύγκρισιν ἐδηλώθη καὶ ἐκ ταύτης τῆς αἱρέσεως τῳ κβ΄ ἔτει περὶ τὸν πατέρα ἦκει. Ζεὺς γάρ Ἥλίῳ τὴν παράδοσιν ἐποιήσατο δηλοῦντι πατέρα καὶ ἡ ἀπὸ Ἄρεος ὄντος τῷ θανατικῷ τόπῳ πρὸς Ἀφροδίτην παράδοσις τοῦ θανάτου αἴτιον.

Ἄλλη. Ἥλιος Ἄρης Ἀχροδίτη Λέων Σελήνη Ὑδροχόῳ. Κρόνος Κριῷ, Ζεὺς Ιχθύσιν, Ερμῆς Καρκίνρ, ώροσκόπος Παρθένῳ. τῷ κδ΄ ἔτει ἀπὸ νεκρικῶν ὠφελήθη καὶ φί ἔλων· τῷ κς΄ ἔτει γάμος καὶ ὠφέλεια γυναικός. τῷ κθ΄ ἔτει διὰ θάνατον ἀλλοτρίου δούλου καὶ πρόφασιν φαρμάκου πράγματα καὶ ταραχάς ἔσχηκεν· Κρόνος γὰρ Ἡλἰῳ Ἄρει Ἀφροδίτη ἐν τῷ περὶ δούλων τόπῳ οὗσι τὴν παράδοσιν ἐποιήσατο· ἔτυχε δὲ βοηθείας διὰ μειζόνων φιλίας ἀρρενικῶν τε καὶ θηλυκῶν. τῳ λα΄ ἔτει ἐξενίτευσε καὶ ἐπὶ τῆς ξένης ἡδέως μὲν καὶ ἐπωφελῶς κατʼ ἀρχάς διῆξεν, ὑστέρου δὲ φθείρας παιδίσκην ζηλοτυπίας καὶ ταραχάς ἔσχεν· ἦν γὰρ ἡ παράδοσις ἀφʼ Ἡλίου καὶ Ἀφροδίτης καὶ Ἄρεος ὄντων τῷ περὶ δούλων τόπῳ ἐπὶ Σελήνην καὶ ἀπὸ ὡροσκόπου ἐπὶ Δία τὸν γαμοστόλον. τῷ δὲ λγ΄ ἔτει κατεδικάσθη ὡς δοῦλον ἀπὸ νήσου ἐκβαλών, πλὴν τῇ καταδίκη φιλανθρωπίας μετέσχε διὰ τὴν ἀπὸ Ἑρμοῦ πρὸς Δία παράδοσιν. ἡ μέντοι συνοχὴ πρόδηλος ἐγένετο ἐκ τῆς σεληνιακῆς ἑξαγώνου στάσεως πρὸς Κρόνον, καθώς τοῖς πρότερον ἐδηλώσαμεν, ὁ δὲ χρόνος ἀπὸ Ἄρεος καὶ Ἡλίου εἰς τὸν αἰτιατικὸν τόπον γενόμενος, τουτέστι πρὸς Κρόνον, τὴν καταδίκην παρέσχε. τῷ δὲ με΄ ἔτει διὰ σπουδῆς μειζόνων προσώπων ὡς ἐπισινὴς ἀπελύθη· ἦν γάρ καὶ ἡ παράδοσις τοῦ τε πρώτου χρόνου καὶ τούτου συγκεκραμένη ἐξ ἀγαθοποιῶν καὶ κακοποιῶν. ἄλλως τε καὶ οἱ κακοποιοὶ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος ἀφαιρετικοὶ καὶ ἀμαυρότεροι γεγόνασι καὶ εἰς ἀσθενεστέρους τόπους πεπράκασιν.