Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἰχθύες εἰσὶν οὐρανῷ θῆλυ, κάθυγρον, πάρυγρον, δίσωμον, πολύγονον, λιχηνῶδες, λεπιδωτόν, νευρῶδες, κυρτωτόν, ἀλφῶδες, δίμορφον, ἄφωνον, πολυκίνητον, λεπρῶδες, ἀντικείμενον ἑαυτῷ διὰ τὸν μὲν νότιον εἶναι, τὸν δὲ βόρειον· ἐστὶ δὲ καὶ κάθυγρον, κατωφερές, δουλικόν, εὐμετάβολον, πολύγονον, δίσωμον, συνουσιαστικόν, μελοκοπούμενον, πλάνης αἴτιον, ποικίλον· οἱ οὖν γεννώμενοι ἀστατοι, ἀμφίβολοι, ἐκ κακῶν εἰς ἀγαθὰ μεταβάλλοντες, ἐρωτικοί, λατρευτικοί, ἀσελγεῖς, πολύγονοι, ὀχλικοί. εἰσὶ δὲ ὁλοσχερῶς ψυχεινοί, πνευματώδεις· κατὰ μέρος δʼ ἔχουσι τὰ πρῶτα εὔκρατα, μέσα κάθυγρα, ἔσχατα φθαρτικὰ καὶ εὐτελῆ. ἀστέρας δὲ ἔχει---. βορρόθεν συνανατέλλει τὰ λειπόμενα τῆς Ἀνδρομέδας καὶ τὰ λοιπὰ τοῦ Περσέως, τὰ δὲ δεξιῷ καὶ ὑπὸ τὸν Κριὸν Τρίγωνον, νοτόθεν τοῦ νοτίου Ἰχθύος ἡ κεφαλή. Ποσειδῶνος, Ἄρεως, Ἑρμοῦ, Ἀφροδίτης, Διός. νοτόθεν δύνει Θυμιατήριον καὶ τὰ λειπόμενα τῆς Ὕδρας, βορρόθεν οὐδέν. πρόσκειται δὲ ἀνέμῳ βορρᾷ. πρόσκειται δὲ κλίματι τῆς Ἐρυθρᾶς θαλάσσης, ἔχον νήσους οὐκ ὀλίγας παῤ ἑαυτό, ἃς ὑπέρκειται ἡ Ἰνδία καὶ ὁ λεγόμενος Ἰνδικὸς ὠκεανός· δὲ τοῖς ἀπηλιωτικοῖς αὐτοῦ μέρεσι τὴν Παρθίαν ἔχει καὶ τὴν Ἰνδικὴν χώραν κατὰ θίξιν καὶ τὸν Ἀπηλιωτικὸν ὠκεανόν, ἐκ τῶν βορείων αὐτοῦ μερῶν τὴν Σκυθιμὴν χώραν· ἐκ δὲ τῶν πρὸς λίβα αὐτοῦ μερῶν ψαύει προσκλύζον Μυοσόρμου, Ὄρθοῦ ὅρμου καὶ τῶν πέριξ πόλεων. πρόσκειται δὲ αὐτοῖς κατὰ τὰ Σφαιρικὰ πρὸς μὲν τὰ βόρεια μέρη τεμνόμενος ὑπὸ τοῦ βορείου πόλου Ἀετὸς καὶ κατά τι μέρος Ὀϊστός, ἔσω δὲ τοῦ βορείου πόλου, οὐ πολὺ διεστώς, ἐστι ὁ καλούμενος Πήγασος ἔσω τοῦ ἀρκτικοῦ πόλου.
Ἀφέστηκε δὲ τῶν ὅλων τμημάτων ὁ ἀρκτικὸς πόλος μέσῳ τῶν πάντων κείμενος, ἔχων ἑαυτῷ τὴν Ἄρκτον τὴν λεγομένην Κυνόσουραν, φερομένην ἀπὸ τῶν βορείων ἐπὶ τὰ ἀπηλιωτικά, ποτὲ δὲ καὶ ἀπὸ τῶν νοτίων, τὴν δὲ ἑτέραν, τὴν καλουμένην μικράν [*](2 κιρτωτόν M 6 μελεοκοπούμενον M 12 λοιπὰ] malim πρῶτα, sed λ. tolerari potest, nam altera Persei pars supra p. 6, 11 in de Ariere nominata est (Boll) ὑπὲp Boll 13 ἡ add. Boll 16 πρόκειται M 19 s. cf. Paul. Alexandr. A = Ludwich p. 119, 11: Κεῖται κλίματι τῷ Ἐρυθρᾶς θαλάσσης καὶ Ἰνδικῆς χώρας, ἀπομεμερισμένον ἀνέμῳ βορρᾷ 21 ψαύει προσκλύζον (sic) Μυοσόρμου ante τὴν Σκυθνὴν M, transq. Cumont 22 ὀρθοῦ ὅρμου] portus ignotus; fort. vetus nomen Berenices 24 κατά τε Μ 25 διεστώς, 〈Δελφίν〉· ἔτι δὲ ὁ Boll 26 immo ἔξω τοῦ βορείου (Boll) 30 μικρὰν: lege μεγάλην, nam Cynosura est Ursa minor, Arcturus ad maiorem pertinet. „Sed fere omnia quae de Arctis hoc loco inveniuntur futilia et absurda sunt (Boll)“)
Π εντήκοντα Κριὸς καὶ μοῖραι πρῶται Διός εἰσιν, εὔκρατοι, εὔρωστοι, πολύσπερμοι, ἀγαθοποιοί· δὲ Ϛ΄ Ἀρροδίτης, ἱλαραί, εὔτεχνοι, διαυγεῖς, ἄρτιοι, καθαροί, εὔχροοι. αἱ δὲ ἐχόμεναι Ἑρμοῦ ἐπαμφοτερίζουσαι, μεταβολικαὶ καὶ εὐφυεῖς, ἀκίνητοι, ἀνεμώδεις χαλαζώδεις βροντώδεις κεραυνοβόλοι. αἱ δὲ ε΄ Ἄρεος φθοροποιοὶ διάπυροι ἄστατοι ἀνθρώπων κακούργων προπετῶν καὶ --- σἱ δὲ ἐξῆς ε΄ Κρόνου κατάψυχροι στειρώδεις βάσκανοι ἐπισινεῖς.
Ταύρου δὲ αἱ μὲν πρῶται η΄ Ἀφροδίτης πολύσπερμοι πολύγονοι ὑγραὶ καταφερεῖς ἔλεγχοι μεσωνικώτεραι. αἱ δὲ ἑξῆς Ϛ΄ Ἑρμοῦ συνεταὶ φρόνιμοι κακοῦργοι ὀλιγόσποροι κακόψιδες θανατοποιαί. αἱ δὲ ἑξῆς η΄ Διὸς μεγαλόφρονες ἔπανδροι εὐερμεῖς ἀρχοντικαὶ καὶ εὐεργετικαὶ μεγαλόψυχοι εὔκρατοι φιλαιδεῖς. αἱ δὲ τέταρται ε΄ Κρόνου κατάστειροι ἄγονοι εὐνουχικαὶ ἀγυρτικαὶ ἐπίψογοι θεατρώδεις ἀνεύφραντοι ἐπίμοχθοι. αἱ δὲ ἐπὶ πᾶσι γ΄ Ἄρεως ἀρρενικαὶ τυραννικαὶ πυρώδεις χαλεπαὶ φονικαὶ ἱερόσυλοι παμπόνηροι, οὐκ ἄσημοι δέ, πλὴν φθοροποιοὶ καὶ οὐ πολυχρόνιοι.
[*](2 verba κατὰ τοῖν δυεῖν ἄρκτοιν ex subsequentibus κατά . . Ἄρκτων hunc in locum irrepsisse videntur (Boll) 5 as. cf. Hephaest. 66, 5 ═ Ludwich p. 118, 25 6 Συρία] καὶ ουρά M 7 μέσα Περσῖς M fuit fortasse Mηθία, Περσὶς (Cumont) cetera apud Heph. sic leguntur: καὶ ὑπὸ τὸν νῶτον Ἀραβικὴ θάλασσα καὶ Βορυσθένης· κατὰ δὲ τὸν σύνδεσμον τοῦ βορείου Θρᾴκη, τοῦ νοτίου Ἀσία καὶ Σαρδώ. 8 post οὐρά lac. circ. 18 litter. M 10 μέσα M 13 an Ϛ΄ Κριοῦ αἱ πρώται μοῖραι? fines sunt Petosiridis: cf. B. L. 207 19 lac. 10 litt. M 22 fort. ὀχλικαὶ μεθοδκώτεραι; γλίσχροι μισονευκότεροι Rad.)Τῶν δὲ Διδύμων αἱ μὲν πρῶται Ϛ΄ Ἑρμοῦ εὔκρατοι εὔδιοι συνετοὶ πολύτεχνοι ἐπιστημονικαὶ πρακτικαὶ ἀοίδιμοι πολύσπερμοι. αἱ δʼ ἑξῆς Ϛ΄ Διὸς ἀγωνιστικοὶ εὔκρατοι εὔδιοι πολύσπερμοι εὐτραφεῖς εὐεργετικαί αἱ δὲ τρίται ε΄ Ἀφροδίτης ἀνθηραὶ μουσικαὶ ἀκροαματικαὶ ποιητικαὶ στεφανηφόροι ὀχλικαὶ εὐφρόσυναι πολύσπερμοι. αἱ δὲ τέταρται ζ΄ Ἄρεως πολύμοχθοι ἀνάδελφοι σπανότεκνοι ἐπιδημητικαὶ εὔποροι φθαρτικαὶ ὠμαὶ πολυπράγμονες. αἱ δὲ ἑξῆς Ϛ΄ ἐπὶ πᾶσι Κρόνου εὔκρατοι διοικητικαὶ κτητικαὶ νοητικαὶ πολύγνωστοι ἐπίσημοι, συνέσει διάφοροι, μεγάλων κατορθωτικαί, εὐδοξότατοι.