Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τοξότης οἶκος Διός, ἀρρενικόν, πυρῶδες, ἀνωφερές, φωνῆεν, κάθυγρον διὰ τὴν Ἀργώ, ἀγαθόν, πτερωτόν, εὐμετάβολον δίσωμον, διφυές, αἰνιγματῶδες, ὀλιγόγονον, ἡμιτελές, ἡγεμονικόν, βασιλικόν· οἱ δὲ γεννώμενοι ἀγαθοί, δίκαιοι, μεγαλόψυχοι, κριτικοί, εὐμετάδοτοι, φιλάδελφοι, φιλόφιλοι· τὰ δὲ πρῶτα κτηθέντα μειοῦντες, πάλιν κτώμενοι, ἐχθρῶν καθυπερτεροῦντες, φιλόδοξοι, εὐεργετικοί, ἐπίσημοι, αἰνιγματωδῶς διαπλέκοντες τὰ πράγματα.

Ἀἰγόκεερμως οἶκος Κρόνου θηλυκόν, τροπικόν, γεῶδες, φθοροποιόν, ἄγονον, κατωφεερές, κατεψυγμένον, ἄφωνον, δουλικόν, κακῶν σἴτιον, ἀσελγές, λατρευτικόν, αἰνιγματῶδες, διφυές, κάθυγρον, ἡμιτελές, κυρτοειδές, χωλόν, δύσις κόσμου, μόχθων καὶ πόνων δηλωτικόν, λαοξοϊκόν, γεμωργικόν. οἱ γεννώμενοι κακοί, ἑτερότροποι, ὑποκρίσει ἀγαθοὶ καὶ ἁπλοῖ, πονικοί, πολυμέριμνοι, ἐπάγρυπνοι, φιλογέλωτες, μεγάλων ἔργων ἐπίβουλοι, δυσαμάρτητοι, εὐμετανόητοι, κακοῦργοι, ψεῦσται, ἐπίψογοι, ἔπαισχροι. ἐστὶ δὲ καὶ εὔκρατος ἐπʼ ἀμφότερον· κατὰ μέρος ἔχει δὲ τὰ πρῶνα χθαρτικά, τὰ δὲ δεύτερα κάθυγρα, ὀμβρικά, κινητικά, τὰ δὲ μέσα τυρώδη, τὰ δὲ ἔσχατα φθαρτικά. ἀστέρας δὲ ἔχει --- κατὰ τὰ Σφαιρικά βορρόθεν ἀνατέλλει Κασσιέπεια καὶ τὰ δεξιὰ μέρη τοῦ Ἵππου· νοτόθεν δύνει τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ σκέλη τῆς Ὕδρας ἄχρι τοῦ Κρατῆρος. εἰσὶ δὲ θεοί· Ἀφροδίτη, Σελήνη, Δημήτηρ, Ἑρμῆς. βορρόθεν οὐδέν ἐστιν.

Ἔστι δὲ τῷ Αἰγόκερῳ ὑποτεταγμένα κλίματα τάδε, πρὸς ἑσπέραν καὶ μεσημβρίαν πάντα. κατὰ τὰς πλευρὰς Αἰγαῖον πέλαγος καὶ οἱ περιοικοῦντες καὶ Κόρινθος· κατὰ τὴν ζώνην Σικυών κατὰ τὸν νῶτον θάλασσα Μεγάλη· κατὰ τὴν οὐρὰν βηρία· κατὰ τὴν κεφαλὴν Γυρρηνικὸν πέλαγος, κατὰ δὲ τὴν κοιλίαν τὰ --- ἐνοι κοῦντα ἔθνη. μέση Αἴγυπτος, Συρία, Καρία.

Ὑ δροχόος ἐστὶν οὐρανῷ ζῴδιον ἀρρενικόν, στερεόν, ἀνθρωπόμορφον, πάρυγρον, μονογενές· ἐστὶ δὲ ἄφωνον, κατάψυχρον, [*](2 δισοίδιοι M corr. Cumont i. e. suos odio prosequentes cf. p. 12,4 14 λαοξι- κόν M, corr. Boll γινόμενοι M 16 μεγάλων . . . ἐπίβουλοι finis hexametri? at potius ἐπήβολοι scrib. δυσαμάρτιστοι M, corr. Wendl. 18 an ἀμφότερον [κατὰ] μέρος· ἔχει δὲ ? 19 an ὄμβρων κινητικά? cf. Heph. 62, 28 21 κασσιε- πείαν Μ 24 δήμητρα M οὐκ ἔνεστιν M: corr. Boll. — οὐδὲν δύνει cf. p. 13, 15 25 ss. cf. Ludwich p. 118, 2 ss. Hephaest, p. 63, 2 29 Πυλθη- νία, Γυρηνία, κατὰ στῆθος Γυρρηνμκόν πέλαγος Hephaestio lacunam Signavit Cumont; κατὰ τὴν κοιλίαν μέση Αἴγυπτος Συρία, Καρία L et Heph.) [*](30 μέσα M 32 φωνῆεν Heph.)

12
ἐλεύθερον, ἀνωφερές, θηλυνόμενον, ἀμετάβλητον, κακόν, ὀλιγόγονον, αἴτιον μόχθων τῶν διʼ ἀθλήσεως ἢ βασταγμάτων καὶ σκληρουργίας, ἐργαστικόν, δημόσιον· οἱ δὲ γεννώμενοι βάσκανοι καὶ μισοΐδιοι, ἀμετάβλητοι, μονογνώμονες, τυφώδεις, δόλιοι, ἀποκρυπτόμενοι πάντα, μισάνθρωποι, ἄθεοι, κατήγοροι, προδόται δόξης καὶ ἀληθείας, ἐπίφθονοι, μικρολόγοι, ὅτε δὲ εὐμετάδοτοι διὰ τὴν ἔκρυσιν τοῦ ὕδατος, ἀκόλαστοι· ἐστὶ δὲ ὁλοσχερῶς κάθυγρος, καὶ τὰ μὲν μέρη τὰ πρῶτα κάθυγρα, τὰ δὲ ἀνωτέρω πυρώδη, τὰ δὲ κατωτέρω εὐτελῆ καὶ ἀχρεῖα. ἀστέρας ἔχει---. κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν ἀνατέλλει Ἀνδρομέδας μέρη τινὰ τῶν δεξιῶν καὶ τοῦ Ἵππου τὰ λοιπά. νοτόθεν ὁ νότιος τῶν Ἰχθύων πλὴν τῆς κεφαλῆς. Ἥρας, Ἡρακλέους, Ἡφαίστου, Κρόνου. βορρόθεν δύνει οὐδέν. νοτόθεν δὲ τοῦ Κενταύρου τὰ λοιπὰ καὶ τῆς Ὕδρας ἄχρι τοῦ Κόρακος. εἰσὶ δὲ τῷ Ὑδροχόῳ ὑποτεταγμένα κλίματα τάδε. κεῖται δὲ ζῴδιον ἀνέμῳ λιβί, πρόσκειται δὲ τῷ κλίματι τῳ τῆς Αἰγύπου καὶ ταῖς πέριξ πόλεσιν, ἐκ μὲν τῶν νοτίων αὐτοῦ μερῶν ἄχρι Ψελχέως καὶ Δωδεκασχοίνου καὶ Συκαμίνου, ἐκ δὲ τῶν πρὸς λίβα μερῶν ἄχρι τῆς Ἀμμωνιακῆς χώρας καὶ τῶν πέριξ πόλεων, ἐκ δὲ τῶν πρὸς ἀπηλιώτην μερῶν ἄχρι τῆς Ἐρυθρᾶς θαλάσσης κατὰ θίξιν ἐκ δὲ τῶν βορείων αὐτοῦ ἄχρι Σεβεννύτου τόπων καὶ στόματος Ἡρακλεωτικοῦ. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικὰ κατὰ τὸν νότιον πόλον ποταμὸς ὁ καλούμενος Ἠριδανὸς καὶ Ἰχθὺς ὁ μέγας, ψαύων τῆς οὐρᾶς τοῦ Ἰχθύος. δὲ τοῖς βορεινοῖς τόποις ἔσω τοῦ βορείου πόλου ἐστὶν ὁ λεγόμενος Ὄρνις, ὑπὲρ ὃν Ὀϊστὸς παρατείνει, ὅπου ἡ Ἄρκτος ἡ λεγομένη Κυνόσουρα ἀποβλέπουσα εἰς βορρᾶν.

Πρόσκειται δὲ αὐτῷ κλίματα τάδε· ἐμπρόσθια, Συρία· μέσα, Εὐφράτης καὶ Τίγρις, Αἴγυπτος καὶ Λιβύη καὶ οἱ συνεχεῖς Αίγυπτίων ποταμοὶ καὶ Ἰνδὸς ποταμός· κατὰ δὲ μέσον τῆς Κάλπης Γάναϊς καὶ οἱ λοιποὶ ποταμοὶ ἐκ τοῦ ὑπὸ τοὺς πόδας ῥέοντες πρὸς νότον καὶ ζέφυρον.

[*](2 σκληραγωγίας M 4 ὁμονογνώμονες M 7 αὐτοκόλαστοι M 12 Ἥρας . . . Κρόνου a librario transposita esse videntur aut potius ab ipso Val., qui has partes prae vera mathesi neglegebat 14 ordo rerum turbatus socordiam compilatoris prodit 15 πρόκειται M 16 μὲν M de re, cf. Paulum Alex. A: Ὑδροχόος κεῖται κλίματι τῳ τῆς Αἰγύπτου 19 πέρυξ M 21 πρόκειται Μ 23 Ἰχθύος] immo Αἰγόκερω (Boll) 25 ὁ ἰστὸς M 27 πρόκειται M 27 ss. cf. Hephaest. p. 64, 18, Ludwich p. 118, 13 ss. 30 ὑπὸ τοὺς πόδας corruptum; fortasse flebat mentio τῶν Ὑπερβορείων (ἐκ τοῦ τοῦ Ῥιπαίου ποδὸς Boll) ῥέοντος M, corr. ex L Hephaest.)
13