Declamationes
Marcus Antonius Polemon
Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.
οἱ δὲ βάρβαροι πάντες ἐπειρῶντο μὲν καὶ πᾶς ἔβαλλεν, κινῆσαι δὲ οὐδεὶς δύνατο οὐδὲ καθελεῖν τὸν ἄνδρα πεπηγότα οἱ τὰ μεγάλα καθελόντες ποτὲ χώματα, οἱ βιασάμενοι τὸν Βόσπορον ἄγαν ὄντα ῥοώδη καὶ Σκυθικὴν θάλασσαν· ἀλλὰ πᾶς μὲν ἔβαλλε καὶ πᾶς ἐφονεύετο καὶ τῷ Καλλιμάχῳ προσέπιπτεν *ὃς καθάπερ προνενευκότι λίθῳ πρὸς θάλασσαν* ἐρείσας ἑαυτοῦ τὸ σῶμα τελευταῖον τοιοῦτον εἶπε τὸν λόγον πρὸς ἑαυτόν· στῆθι, Καλλίμαχε, ἀκίνητος.
οἷ δὲ ὥσπερ τείχει προσβαλόντες καρτερῷ πλέον οὐδὲν ἔδρων· ἐκρύπτετο γὰρ ὑπὸ τῆς τῶν βελῶν περιβολῆς. ἔνθα δὴ πολλοὶ μὲν κάμνοντες ὑπὸ τῶν Καλλιμάχου βλημάτων ἀπώλοντο καὶ πολλοὶ παρʼ αὐτὸν ἔπιπτον ἑστηκότα·
Δάτις δὲ ὁρῶν ργίζετο τῷ νεκρῷ καὶ τοῖς βαρβάροις ἐνεκελεύετο· οὐ κλινεῖτε, οὐκ ἀναιρήσετε τὸν φιλόνεικον νεκρόν; ἄνθρωπε δαιμόνιε, μετὰ τοσούτων αἰσχύνῃ πεσεῖν; ἔτι μένεις; ἔτι μάχῃ; πόσας ἔτι ψυχὰς ἔχεις; οἴμοι νικᾷ νεκρὸς ἡμᾶς Ἀθηναῖος. ἄνδρες, μηκέτι βάλλετε· ἀποθνήσκοντες
Ἀθηναῖοι γίνονται μαχιμώτεροι. ὦ δέσποτα Δαρεῖε, τίς σε ἐξηπάτησεν; ἐπʼ ἀθανάτους ἡμᾶς ἀνθρώπους ἔπεμψας πεσεῖν οὐκ εἰδότας. αἱ δοκούμεναι έρσαις καὶ Μήδοις καὶ Μάγοις τέχναι ἀπρακτοῦσιν· Ἀθηναίων γὰρ οἱ νεκροὶ μάχονται παρʼ αὐτοῖς καὶ δεξιὰ νεκροῦ πολεμοῦσα μέρος τῆς μάχης ἐγένετο.βασιλεὺς δὲ ἰδὼν αὐτὸν ὀρθὸν ὅπλοις πολλοῖς περιβεβλημένον ἐβόα· φεύγωμεν, πλέωμεν· ἤδη γὰρ ἤγειραν Ἀθηναῖοι τρόπαιον. τοιαῦτα, τέκνον, παρέσχες τοῖς βαρβάροις δόγματα.