Declamationes

Marcus Antonius Polemon

Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.

ὦ μεγάλη στάσις· ὦ τῇ γῇ σύμψυχε· ὦ ῥίζας ἐξ ἀρετῆς βαλλόμενος· ὦ φυτὸν Μαραθώνιον. ὦ δήμων βεβαιότερε καὶ νήσων λαμπρότερε· τοῖς βαρβάροις μὲν Ἐρέτρια ἡρπασμένη πλεῖ καὶ Νάξος αὔτανδρος ἐν ταῖς ναυσὶν ἐτέθη, Καλλίμαχος δὲ ἀκίνητός ἐστι, τῶν ὀρῶν στασιμώτερος καὶ τῶν σκοπέλων βεβαιότερος. καὶ γῆ μὲν ἐσείσθη πολλάκις καὶ νήσους ὅλας εἶδον ἄνθρωποι φερομένας, τὸν δὲ ἕνα νεκρὸν ὁ τοσοῦτος οὐ διέσεισε πόλεμος.

ὦ τεῖχος ἀρετῆς Ἀττικῆς· ὦ μέγιστον τῶν

Μαραθωνίων θαυμάτων καὶ θειότατον· ὦ τῶν ἐκεῖ φασμάτων ἐξαίρετον. ἔστη νεκρὸς εὐσχήμων ἐν τῇ πρώτῃ στάσει, νεκρὸς τὸν θάνατον ἀπιστούμενος, αἰσχυνόμενος πεσεῖν, καὶ γέγονεν ἔμψυχος καὶ τεθνεὼς ὤν. ὦ βλέπων καὶ μιμούμενος τῆς ψυχῆς τὴν ὁδόν.

ἐγὼ καὶ τὴν ψυχὴν ἔκ τʼ ἀφανοῦς οἶμαι τότε συμμάχεσθαι καὶ παροῦσαν ἐγγυᾶσθαι ἀνέχειν τὸ σῶμα. ὦ μεγάλῳ φάσματι κεκοσμημένε. τοῦτʼ εἶδε ολύζηλος, ἐκεῖνο τὸ θαῦμα Καλλίμαχος ἦν. ἦν μὲν γὰρ καὶ ζῶν ἔτι δεινὸς τοῖς πολεμίοις καὶ ἀκόρεστος μάχης ἕστηκε βοῶν· Δαρείου δοῦλοι βάρβαροι, οὐ Σκύθαι ταῦτα οὐδὲ (Ἴστρος) ποταμὸς οὐδὲ πλάνης ὅμιλος οὐδὲ ἄμαξαι *ζηλούμεναι* ἀλλʼ Ἀττική [καὶ ελοπιδῶν]· ἐν ταύτῃ ἕστηκα καὶ περιμένω τίς πρῶτος ἀπόλλυται. καὶ πολλὰ βαλλόμενος καὶ τοξευόμενος ὥς τισιν ἄνθεσι στεφανούμενος λέγω βάλλετε καὶ μὴ φείδεσθε. τί δʼ οὐ βάλλετε; ἐγὼ δέομαι βελῶν, ἐπεὶ χωρεῖ τὸ σῶμα τόπον ὑγιῆ ἔχον. τί τοὺς ἀθλίους Ναξίους, τί τοὺς ταλαιπώρους Ἐρετριεῖς περιέστητε; ἐμοί, ἐμοὶ τὸ τοῦ πολέμου δίκτυον περιτείνατε. τίς Δάτις, τίς Ἀρταφέρνης; ἰδού, ὦ πάντες, ἐγὼ ἕτοιμος. θυέτω μέ τις, εἰ δύναται· βασιλεὺς σαγηνευσάτω, εἰ ἔξεστιν.

ἐπεὶ δὲ πᾶς

ἀνὴρ ὅλα τὰ βέλη ἐπʼ αὐτῷ ἔπηξεν, ἔχαιρε λέγων πρὸς ἑαυτόν· τὴν Ἀσίαν ἀπεδύσαμεν καὶ τοῖς συστρατιώταις παρήγγελλεν· παίετε κατακεντοῦντες αὐτοὺς καὶ μὴ φείδεσθε οὐκέτι γὰρ ἔχουσι βέλη. γυμνοὺς ὑμῖν αὐτοὺς ἐποίησα.