Fragmenta
Matron of Pitana
Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.
- κείμενον ἐν λαχάνοις· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας.
- ὣς ἔφαθʼ, οἱ δʼ ἐγέλασσαν, ἐπήνεικάν τʼ ἐπὶ τούτῳ
- σιτευτὰς ὄρνιθας ἐπʼ ἀργυρέοισι πίναξιν,
- ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας.
- οὐδʼ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο
- σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός.