Fragmenta

Matron of Pitana

Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.

  1. μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις,
  2. βολβίνας θʼ, αἳ Ζηνὸς Ὀυλυμπίου εἰσὶν ἀοιδοί,
  3. ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος,
  4. λευκοτέρας χιόνος, ἔσθειν δʼ ἀμύλοισιν ὁμοίας·
  5. τάων θυομένων ἠράσσατο πότνια γαστήρ.
  1. καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,