Cyranides
Cyranides
Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.
Τὸ δὲ στέαρ μετὰ ἰξοῦ καὶ σανδαράχης λεῖον περιπλασθὲν ὄνυξι ψωριῶσιν ἐκριζοῖ αὐτούς.
Ἐὰν δέ τις χρίσῃ τράγου μυκτῆρας μύρῳ καὶ τρίψῃ τὴν χεῖρα αὐτοῦ ἐξ αὐτοῦ, ποιεῖ ἀπὸ ἡδονῆς ἀποσπερματῶσαι· τοῦτο τὸ σπέρμα 〈λαβῶν〉, ἐὰν χρίσῃς ἀνθρώπου μόριον, ἔντασιν ἔξει μεγίστην (f. 85 r.) καὶ ἀκαταμάχητον εἰς γυναῖκας καὶ φοβεράν.
ΠΕΡΙ ΥΑΙΝΗΣ
Ὕαινα, ζῶον τετράπουν, ἀνήμερον, διφυές· τὸ γὰρ ζῶον τοῦτο γεννᾶται θήλεια καὶ μετὰ ἐνιαυτὸν γίνεται ἄρρεν· εἶτα πάλιν μετὰ ἄλλον ἐνιαυτὸν γίνεται θῆλυ. Ὅτε μὲν βιβάζει, ὅτε 〈δὲ〉 βιβάζεται καὶ κύει καὶ μασθοδοτεῖ. Ἔχει δὲ δυνάμεις τοιαύτας.