Cyranides
Cyranides
Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.
Ὁμοίως κατάκλεισον εἰς σφραγίδα χρυσῆν δισκοειδῆ μετὰ γλώσσης βατράχου καὶ κιναμώμου ἢ μόσχου, καὶ συρράψας εἰς δέρμα ἐλάφου περίαπτε, ἢ ἐντίθει τοῦτο ἐν ζῳδίῳ, καὶ ἔσονται ἐν τῷ τόπῳ (f. 84 v.) ἐκείνῳ θυσίαι ὀνομασταί. Ποιεῖ 〈δὲ〉 καὶ ὁ κοινὸς ἱέραξ. Τοῦτο δὲ πάνυ κρύβε.
Τὸ δὲ λίπος αὐτοῦ τὸ ἐκ τῶν νεφρῶν ἑψηθὲν μετὰ χόνδρου ἡ ὀρύζης χυλοῦ ἐνίεται πρὸς τὰ ὥτα.
Τὸ δὲ λάδανον αὐτοῦ τοῦ ἐκ τοῦ πώγωνος συναγόμενον ποιεῖ πρὸς ἀλωπεκίας καὶ τριχορροίας, σὺν οἴνῳ καὶ ἐλαίῳ ὀμφακίνῳ· σὺν ὄξει δὲ χριόμενον κεφαλαλγίαν παύει.