Apocalypsis Enochi
Liber Enoch
Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.
ὅταν τριβῶσιν. διὸ εὐωδέστερον ἀρώματον.
* * * * * * * * * εἰς βοῤὁᾶν πρὸς ἀνατολὰς τεθέαμαι ἑπτὰ ὄρη πλήρη νάρδου χρηστοῦ καὶ σχίνου καὶ κινναμώμου καὶ πιπέρεως.
καὶ ἐκεῖθεν ἐφώδευσα ἐπὶ † Τασαρχας, πάντων τῶν τούτων μακρὰν ἀπέχων πρὸς ἀνατολὰς τῆς τῆς καὶ διέβην ἐπάνω τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ᾠχόμην ἐπ’ † Ακρων καὶ ἀπὸ τούτου διέβην ἐπάνω τοῦ Ζωτιήλ.
καὶ ἦλθον πρὸς τὸν παράδεισον τῆς δικαιοσύνης καὶ εἶδον μακρόθεν τῶν δένδρων τούτων δένδρα πλείονα καὶ μεγάλα φυόμενα ἐκεῖ † μεγάλα σφόδρα καλὰ καὶ ἔνδοξα καὶ μεγαλοπρεπῆ καὶ τὸ δένδρον τῆς φρονήσεως, οὗ ἐσθίουσιν ἁγίου τοῦ αὐτοῦ καὶ ἐπίστανται φρόνησιν μεγάλην.
ὅμοιον τὸ δένδρον ἐκεῖνο στροβιλέᾳ τὸ ὕψος, τὰ δὲ φύλλα αὐτοῦ κερατί<ᾳ> ὅμοια, καρπὸς αὐτοῦ ὡσεὶ βότρυες ἀμπέλου ἱλαροὶ λίαν. ἡ δὲ ὀσμὴ αὐτοῦ διέτρεκεν πόρρω ἀπὸ τοῦ δένδρου.