Apocalypsis Enochi
Liber Enoch
Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.
καὶ ἐπέκεινα τούτων ᾠχόμην πρὸς ἀνατολὰς μακράν, καὶ εἶδον τόπον ἄλλον μέγαν, φάραγγαν ὅδατος,
ἐν ᾦ καὶ δένδρον χλοᾷ ἀρωμάτων ὁμοίων σχίνῳ,
καὶ τὰ παρὰ τὰ χείλη τούτων εἶδον κιννάμωμον ἀρώματον. καὶ ἐπέκεινα τούτων πρὸς ἀνατολάς.
καὶ εἶδον ἄλλα ὄρη καὶ ἐν αὐτοῖς ἄλση δένδρων ἐκπορευόμενον ἐξ αὐτῶν νέκταρ τὸ καλούμενον σαρρὰν καὶ χαλβάνη.
καὶ ἐπέκεινα τῶν ὀρέων τούτων εἶδον ἄλλο ὄρος πρὸς ἀνατολὰς τῶν περάτων τῆς γῆς καὶ πάντα τὰ δένδρα πλήρης † εξαυτης ἐν ὁμοιώματι ἀμυγδάλω<ν>,