Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

7. Τούτου τοῦ λόγου, καὶ τῆς οἰκονομίας H. ἀναλογίας ταύτης 2καρπόν φησιν ἐν ὁμοιώματι εἰκόνος πεφυκέναι Hipp. πεφηνέναι ἐκεῖνον, τὸν μετὰ τὰς ἓξ ἡμέρας τέταρτον ἀναβάντα εἰς τὸ 3ὄρος, καὶ γενόμενον 4ἕκτον, τὸν κρατηθέντα καὶ καταβάντα H. καταβ. καὶ κρατ. ἐν τῇ [*](G. 68.) 5ἑβδομάδι, ἐπίσημον ὀγδοάδα ὑπάρχοντα, 6καὶ ἔχοντα ἐν

140
[*](LIB. I. viii. 7. GR. I. x. 4. MASS. I. xiv. 6.) ἑαυτῷ τὸν ἅπαντα τῶν στοιχείων ἀριθμὸν, H. ὃν ἐφανέρωσεν, [*](Hipp. Philos. vi. 47.) ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα, ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν ω καὶ α. Ὁ γὰρ ἀριθμὸς αὐτῆς μία καὶ ὀκτακόσιαι. Καὶ διὰ τοῦτο Μωϋσέα ἐν τῇ ἕκτῃ τῶν H. ἡμέρᾳ ἡμερῶν εἰρηκέναι τὸν ἄνθρωπον γεγονέναι· καὶ τὴν οἰκονομίαν δὲ 1ἐν τῇ ἕκτῃ τῶν ἡμερων, ἥτις ἐστὶ παρασκευὴ, 2τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι, ἧς οἰκονομίας ἀρχὴν καὶ τέλος καὶ del. καὶ H. τὴν ἕκτην ὥραν H. εἶναι, ἐν ἧ προσηλώθη τῷ ξύλῳ. Τὸν γὰρ τέλειον νοῦν, ἐπιστάμενον τὸν [*](M. 72.) τῶν ἓξ ἀριθμὸν, δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς 3τὴν δἰ αὐτοῦ l. διὰ τοῦ
141
[*](Hipp. Philos. iv. 47.) φανέντος ἐπισήμου εἰς αὐτὸν δἰ αὐτοῦ l. εἰς ἐπίσημον τοῦ [*](LIB. I. viii. 8. GR. I. x. 4. MASS. I. xiv. 6.) δε ἀριθμοῦ γενομένην ἀναγέννησιν. Ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν 1ἐπίσημον ἔχειν φησίν. Ὁ γὰρ ἐπίσημος ἀριθμὸς συγκραθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις, τὸ τριακοντα γράμματον ὄνομα ἀπετέλεσε.

8. Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν ὥς φησιν ἡ Μάρκου Σιγὴ, ἵνα τῆς αὐτοβουλήτου βουλῆς φανερωθῆ ὁ καρπός. Τὸν μέν τοι ἐπίσημον τοῦτον ἀριθμὸν HIPP. delet τοῦτον ἀρ· ἐπὶ τοῦ παρόντος, φησὶ, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον, τὸν ὥσπερ μερισθέντα 3 ἢ διχοτομηθέντα καὶ ἔξω μείναντα, ὃς τῇ ἑαυτοῦ δυνάμει τε καὶ φρονήσει, διὰ τῆς ἀπʼ αὐτοῦ προβολῆς τοῦτον τὸν τῶν [*](G. 69.) ἑπτὰ δυνάμεων, καὶ κατὰ HIPP. μιμήσει tamen μίμησιν τῆς 4ἑβδομάδος δυνάμεως, ἐψύχωσε κόσμον, καὶ ψυχὴν ἔθετο

142
[*](LIB. I. viii. 4. GR. I. x. 2. MASS. I. xiv. 7.) εἶναι τοῦ ὁρωμένου παντός. Κέχρυται μὲν οὖν αὐτὸς H. loco [*](Hipp. philos. vi. 48.) αὐτὸς l. καὶ οὗτος τῷδε τῷ ἔργῳ, ὡς αὐθαιρέτως ὑπʼ αὐτοῦ γενομένῳ· 1τάδε διακόνει, μιμήματα ὄντα τῶν ἀμιμήτων, τὴν ἐνθύμησιν τῆς μητρός. Καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ α, ὁ δὲ μετὰ τοῦτον τὸ ει, ὁ δὲ τρίτος η, τέταρτος δὲ καὶ μέσος τῶν ἑπτα τὴν τοῦ ι δύναμιν ἐκφωνεῖ, ὁ δὲ πέμπτος τὸ ου, ἕκτος δὲ τὸ υ, ἕβδομος H. δὲ καὶ τέταρτος ἀπὸ μέρους H. ἀπὸ τοῦ μέσου τὸ ω στοιχεῖον ἐκβοᾷ, καθὼς ἡ Μάρκου Σιγὴ, ἡ πολλὰ μὲν φλυαροῦσα, μηδὲν δὲ ἀληθὲς λέγουσα, διαβεβαιοῦται. Αἵτινες δυνάμεις ὁμοῦ, φησὶ πᾶσαι εἰς 2ἀλλήλας συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν [*](M. 73.) ἐκεῖνον, ὑφʼ οὗ προεβλήθοσαν· ἡ δὲ δόξα τῆς ἠχῆς H. ἠχήσεως ἀναπέμπεται εἰς τὸν Προπάτορα. Ταύτης μέν τοι τῆς δοξολογίας τὸν ἦχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γενέσθαι, καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς.

9. Την δε αποδειξιν φερει απο των αρτι γεννομενον

143
[*](Hipp. Philos. vi. 48.) βρεφῶν, ὧν ἠχὴ H. ἡ ψυχὴ ἅμα τῷ ἐκ μήτρας προελθεῖν [*](LIB. I. viii. 9. GR. I. xi. MASS. I. xiv. 8.) ἐπιβοᾷ ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων H. τοῦτον τὸν ἦχον. Καθὼς οὖν αἱ ἐπτὰ, φησὶ δυνάμεις δοξάζουσι τὸν [*](G. 70.) Λόγον, οὕτως καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα 1 θρηνοῦσα Μάρκον, δοξάζει αὐτόν. Διὰ τοῦτο δὲ καὶ τὸν Δαβὶδ εἰρηκέναι· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· καὶ πάλιν, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Καὶ διὰ τοῦτο ἔν τε H. ἐπὰν δὲ ἐν πόνοις καὶ ταλαιπωρίαις ψυχὴ γενομένη, 2εἰς διϋλισμὸν αὐτῆς, ἐπιφωνεῖ τὸ ω εἰς σημεῖον αἰνέσεως, ἵνα γνωρίσασα ἄνω 3ψυχὴ τὸ συγγενὲς αὐτῆς, βοηθὸν αὐτῇ καταπέμψῃ.

144
[*](LIB. I. viii. 10. GR. I. xi. MASS. I. xiv. 9.)

10. Καὶ περὶ μὲν τοῦ 1παντὸς, ὀνόματος τριάκοντα ὄντος γραμμάτων τούτου, καὶ τοῦ Βυθοῦ τοῦ αὔξοντος ἐκ τῶν τούτου γραμμάτων, ἔτι τε τῆς Ἀληθείας σώματος δωδεκαμελοῦς ἐκ δύο γραμμάτων συνεστῶτος, καὶ τῆς φωνῆς αὐτῆς, ἣν Int. προσωμίλησε μὴ προσομιλήσασα, καὶ περὶ τῆς ἐπιλύσεως τοῦ μὴ λαληθέντος ὀνόματος, καὶ περὶ τῆς τοῦ κόσμου ψυχῆς καὶ ἀνθρώπου, καθὰ ἔχουσι τὴν κατʼ εἰκόνα οἰκονομίαν, οὕτως ἐλήρησεν. Ἑξῆς δὲ ὡς ἀπὸ τῶν ὀνομάτων ἰσάριθμον δύναμιν ἐπέδειξεν ἡ τετρακτὺς αὐτῷ, ἀπαγγελοῦμεν, ἵνα μηδὲν λάθῃ [*](M. 74.) σε τῶν εἰς ἡμᾶς ὑπʼ αὐτοῦ λεγομένων ἐληλυθότων, ἀγαπητέ, καθὼς πολλάκις ἀπῄτησας παῤ ἡμῶν.