Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
V. Ὅν τινες ἀγνοοῦντες ἠρνήσαντο καὶ συνηγοροῦσι τῷ ψεύδει μᾶλλον ἢ τῇ ἀληθείᾳ· οὓς οὐκ ἔπεισαν αἱ προφητεῖαι οὐδ’ ὁ νόμος ὁ Μωσέως, ἀλλ’ οὐδὲ μέχρι νῦν τὸ εὐαγγέλιον, ἀλλ’ οὐδὲ τὰ ἡμέτερα τῶν κατ’ ἄνδρα παθήματα.
2. καὶ γὰρ περὶ ἡμῶν τὸ αὐτὸ φρονοῦσι. τί γὰρ ὠφελεῖ, εἰ ἐμὲ ἐπαινεῖ τις, τὸν δὲ κύριόν μου βλασφημεῖ, μὴ ὁμολογῶν αὐτὸν σαρκοφόρον θεόν; ὁ δὲ τοῦτο μὴ λέγων τελείως αὐτὸν ἀπήρνηται, ὢν νεκροφόρος.
3. τὰ δὲ ὀνόματα αὐτῶν, ὄντα ἄπιστα, νῦν οὐκ ἔδοξέ μοι ἐγγράψαι· μηδὲ γένοιτό μοι αὐτῶν μνημονεύειν, μέχρις οὗ μετανοήσωσιν.
VI. Μηδεὶς πλανάσθω· ἐὰν μή τις πιστεύσῃ, Χριστὸν Ἰησοῦν ἐν σαρκὶ πεπολιτεῦσθαι, καὶ ὁμολογήσῃ τὸν σταυρὸν αὐτοῦ καὶ τὸ πάθος καὶ τὸ αἷμα, ὃ ἐξέχεεν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, οὗτος ζωῆς αἰωνίου οὐ τεύξεται, κἂν βασιλεὺς ᾖ κἂν ἱερεύς, κἂν ἄρχων κἂν ἰδιώτης, κἂν δεσπότης ἢ δοῦλος, κἂν ἀνὴρ ἢ γυνή. ὁ χωρῶν χωρείτω, ὁ ἀκούων ἀκουέτω.
2. τόπος καὶ ἀξίωμα καὶ πλοῦτος μη- δένα φυσιούτω, ἀδοξία καὶ πενία μηδένα ταπεινούτω· τὸ γὰρ ὅλον ἐστὶν πίστις ἡ εἰς θεὸν καὶ ἡ εἰς Χριστὸν ἐλπίς, ἡ τῶν προσδοκωμένων ἀγαθῶν ἀπόλαυσις, ἀγάπη τε περὶ τὸν θεὸν καὶ τὸ ὁμόφυλον. ἀγαπήσεις γὰρ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν, καὶ ὁ κύριός φησιν· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν, καί· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.