Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
4. διὰ γὰρ τοῦτο καὶ θανάτου κατεφρόνησαν, μικρὸν γὰρ εἰπεῖν, ὕβρεων
καὶ πληγῶν.5. οὐ μὴν δέ, ἀλλὰ καὶ μετὰ τὸ ἐπιδεῖξαι ἑαυτὸν αὐτοῖς, ὅτι ἀληθῶς, ἀλλ’ οὐ τὸ δοκεῖν ἐγήγερται, καὶ συνέφαγεν αὐτοῖς καὶ συνέπιεν ἄχρις ἡμερῶν ὅλων τεσσαράκοντα· καὶ οὕτω σὺν τῇ σαρκὶ βλεπόντων αὐτῶν ἀνελήφθη πρὸς τὸν ἀποστείλαντα αὐτόν, σὺν αὐτῇ πάλιν ἐρχόμενος μετὰ δόξης καὶ δυνάμεως. φασὶν γὰρ τὰ λόγια· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
6. εἰ δὲ ἄνευ σώματός φασιν ἔρχεσθαι ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, πῶς αὐτὸν καὶ ὄψονται οἱ ἐκκεντήσαντες καὶ ἐπιγνόντες κόψονται ἐφ’ ἑαυτοῖς; ἀσωμάτων γὰρ οὔτε εἶδος οὔτε χαρακτήρ ἐστιν ἤ τι μίμημα ζώου μορφὴν ἔχοντος, διὰ τὸ ἁπλοῦν τῆς φύσεως.
IV. Ταῦτα δὲ παραινῶ ὑμῖν, ἀγαπητοί, εἰδώς, ὅτι καὶ ὑμεῖς οὕτως ἔχετε. Προφυλάσσω δὲ ὑμᾶς ἀπὸ τῶν θηρίων τῶν ἀνθρωπομόρφων, οὓς οὐ μόνον ἀπο στρέφεσθαι χρή, ἀλλὰ καὶ φεύγειν, μόνον δὲ προσεύχεσθαι ὑπὲρ αὐτῶν, ἐάν πως μετανοήσωσιν.
2. εἰ γὰρ τὸ δοκεῖν ἐν σώματι γέγονεν ὁ κύριος καὶ τὸ δοκεῖν ἐσταυρώθη, κἀγὼ τὸ δοκεῖν δέδεμαι. τί δὲ καὶ ἐμαυτὸν ἔκδοτον δέδωκα τῷ θανάτῳ πρὸς πῦρ, πρὸς μάχαιραν, πρὸς θηρία; ἀλλ’ οὐ τὸ δοκεῖν, ἀλλὰ τῷ ὄντι πάντα ὑπομένω διὰ Χριστὸν εἰς τὸ συμπαθεῖν αὐτῷ, αὐτοῦ με ἐνδυναμοῦντος· οὐ γάρ μοι τοσοῦτον σθένος.