Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

4. ὀναίμην ὑμῶν τῆς ἁγιωσύνης ὡς Ἠλία, ὡς Ἰησοῦ τοῦ Ναυῆ, ὡς Μελχισεδέκ, ὡς Ἐλισσαίου, ὡς Ἱερεμίου, ὡς τοῦ βαπτιστοῦ Ἰωάννου, ὡς τοῦ ἀγαπημένου μαθητοῦ, ὡς Τιμοθέου, ὡς Τίτου, ὡς Εὐοδίου, ὡς Κλήμεντος, τῶν ἐν ἁγνείᾳ ἐξελθόντων τὸν βίον.

5. οὐ ψέγων τοὺς λοιποὺς μακαρίους, ὅτι γάμοις προσωμίλησαν, τούτων ἐμήσθην ἄρτι (εὔχομαι γὰρ ἄξιος θεοῦ εὑρεθεὶς πρὸς τοῖς ἴχνεσιν αὐτῶν εὑρεθῆναι ἐν τῇ βασιλείᾳ ὡς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὡς Ἰωσὴφ καὶ Ἡσαΐου καὶ τῶν ἄλλων προφητῶν, ὡς Πέτρου καὶ Παύλου καὶ τῶν ἄλλων ἀποστόλων τῶν γάμοις

προσομιλησάντων), ἀλλ’ ὑπὸ προθυμίας τῆς περὶ τὸ πρᾶγμα ἐπ’ ἐννοίας αὐτὸς ἔσχον ἐκείνους.

6. οἱ πατέρες ἐκτρέφετε τοὺς ἑαυτῶν παῖδας ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου, καὶ διδάσκετε αὐτοὺς τὰ ἱερὰ γράμματα καὶ τέχνας πρὸς τὸ μὴ ἀργίᾳ χαίρειν. καλῶς δέ, φησίν, ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ υἱῷ συνετῷ εὐφρανθήσεται ἡ καρδία αὐτοῦ. οἱ κύριοι εὐμενῶς τοῖς οἰκέταις προσέχετε, ὡς ὁ ἅγιος Ἰὼβ ἐδίδαξεν· μία γὰρ 〈ἡ〉 φύσις καὶ ἓν τὸ γένος τῆς ἀνθρωπότητος· ἐν γὰρ Χριστῷ οὔτε δοῦλος οὔτε ἐλεύθερος.

7. οἱ ἄρχοντες πειθαρχείτωσαν τῷ καίσαρι, οἱ στρατιῶται τοῖς ἄρχουσιν· οἱ διάκονοι τοῖς πρεσβυτέροις ὡς ἱερεῦσιν, οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ ὁ λοιπὸς κλῆρος ἅμα παντὶ τῷ λαῷ καὶ τοῖς στρατιώταις καὶ τοῖς ἄρχουσι καὶ τῷ καίσαρι τῷ ἐπισκόπῳ, ὁ ἐπίσκοπος τῷ Χριστῷ, ὡς ὁ Χριστὸς τῷ πατρί· καὶ οὕτως ἡ ἑνότης διὰ πάντων σώζεται.

8. ἔστωσαν δὲ καὶ αἱ χήραι μὴ ῥεμβοί, μὴ λίχνοι, μὴ περιτροχάδες, ἀλλ’ ὡς Ἰουδὶθ ἡ σεμνοτάτῃ, ὡς ἡ Ἄννα ἡ σωφρονεστάτη. ταῦτα οὐχ ὡς ἀπόστολος διατάσσομαι (τίς γάρ εἰμι ἐγώ, ἢ τίς ὁ οἶκος τοῦ πατρός μου, ἵνα ἰσότιμον ἑαυτὸν ἐκείνων εἴπω;), ἀλλ’ ὡς συστρατιώτης ὑμῶν ὑποφωνητοῦ τάξιν ἐπέχων.

V. Ἀδελφοί μου, λίαν ἐκκέχυμαι ἀγαπῶν ὑμᾶς καὶ ὑπεραγαλλόμενος ἀσφαλίζομαι ὑμᾶς· οὐκ ἐγὼ δέ, ἀλλὰ δι’ ἐμοῦ ὁ κύριος Ἰησοῦς, ἐν ᾧ δεδεμένος φοβοῦμαι μᾶλλον· ἔτι γάρ εἰμι ἀναπάρτιστος· ἀλλ’ ἡ προσευχὴ ὑμῶν εἰς θεόν με ἀπαρτίσει, ἵνα ἐν ᾧ ἐκλήθην ἐπιτύχω, προσφυγὼν τῷ εὐαγγελίῳ

ἡς πασα. Ἰησοῦ Χριστοῦ και τούς ἀποστόλους ὡς πεσσιτεσιν ἐκκλησίας.

2. και τους προφητας δε αγαπῶ ὡς Χριστον καταγγείλαντας. ὡς τοῦ αὐτοῦ πνεύματος μετασχόντας. οὗ καὶ οἱ ἀπόστολοι. ὡς γὰρ οἱ ψευδοπροφῆται καὶ οἱ ψευδαπόστολοι ἕν καὶ τὸ αὐτὸ εἴλαυσαν πονηρὸν καὶ ἀπατηλὸν καὶ λαοπλάνον πνεῦμα. οὔτω καὶ οἱ προφῆται καὶ οἱ ἁπόστολοι ἓν καὶ τὸ αὐτὸ ἅγιον πνεῦμα ἀγαθὸν καὶ ἡγεμονικὸν ἀληθές τε καὶ διδασκαλικὸν ἔλαβον παρὰ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ εἰθὲς πνεῦμα.

3. εἷς γὰρ ὁ θεὸς παλαιᾶς καὶ καινῆς διαθήκης· εἷς ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων εἰς τε δημιουργίαν νοητῶν καὶ αισθητῶν καὶ πρόνοιαν πρόσφορον καὶ κατάλληλον· είς δὲ καὶ ὁ παράκλητος, ὁ ἐνεργήσας ἐν Μωσῇ, καὶ προφήταις καὶ ἀποστόλοις.

4. πάντες οὖν οἱ ἅγιοι ἐν Χριστῷ ἐποίησαν. ἐλπίσαντες εἰς αὐτον και αὐτον ἀναμείναντες. καὶ δι’ αὐτοῦ σωτηρίας ἐτυχον, ὄντες ἀξιαγάπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι. ὑπὸ Ἰησοῦ Χριστοῦ μεμαρτυρημένοι ἐν τῷ ευαγγελίῳ τῆς κοινῆς ἐλπίδος.