Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

III. Ἀπέχεσθε οὖν τῶν κακῶν βοτανῶν, ἅστινας Ἰησοῦς Χριστὸς οὐ γεωργεῖ,

ἀλλ’ ὁ ἀνθρωποκτόνος θήρ, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν πατρός, ἀλλὰ σπέρμα τοῦ πονηροῦ. οὐχ ὅτι παρ’ ὑμῖν μερισμὸν εὗρον, ταῦτα γράφω, ἀλλὰ προασφαλίζομαι ὑμᾶς ὡς τέκνα θεοῦ.

2. ὅσοι γὰρ Χριστοῦ εἰσιν, οὗτοι μετὰ τοῦ ἐπισκόπου εἰσίν· ὅσοι δ’ ἂν ἐκκλίνωσιν αὐτοῦ καὶ τὴν κοινωνίαν ἀσπάσωνται μετὰ τῶν κατηραμένων, οὗτοι σὺν αὐτοῖς ἐκκοπήσονται· οὐ γάρ εἰσιν γεώργιον Χριστοῦ, ἀλλ’ ἐχθροῦ σπορά· οὗ ῥυσθείητε πάντοτε εὐχαῖς τοῦ προκαθεζομένου ὑμῶν ποιμένος, τοῦ πιστοτάτου καὶ πραοτάτου. παρακαλῶ οὖν ὑμᾶς ἐν κυρίῳ· ὅσοι ἂν μετανοήσαντες ἔλθωσιν ἐπὶ τὴν ἑνότητα τῆς ἐκκλησίας, προσδέχεσθε αὐτοὺς μετὰ πάσης πραότητος, ἵνα διὰ τῆς χρηστότητος καὶ τῆς ἀνεξικακίας ἀνανήψαντες ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἄξιοι Ἰησοῦ Χριστοῦ γενόμενοι, σωτηρίας αἰωνίου τύχωσιν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ.

3. ἀδελφοί, μὴ πλανᾶσθε· εἴ τις σχίζοντι ἀπὸ τῆς ἀληθείας ἀκολουθεῖ, βασιλείαν θεοῦ οὐ κληρονομήσει· καὶ εἶ τις οὐκ ἀφίσταται τοῦ ψευδολόγου κήρυκος, εἰς γέενναν κατακριθήσεται· οὔτε γὰρ εὐσεβῶν ἀφίστασθαι χρή, οὔτε δυσσεβέσιν συγκεῖσθαι δεῖ.

4. εἴ τις ἐν ἀλλοτρίᾳ γνώμῃ περιπατεῖ, οὗτος οὐκ ἔστιν Χριστοῦ οὔτε τοῦ πάθους αὐτοῦ κοινωνός, ἀλλ’ ἔστιν ἀλώπηξ, φθορεὺς ἀμπελῶνος Χριστοῦ. τῷ τοιούτῳ μὴ συναναμίγνυσθε, ἵνα μὴ συναπόλησθε αὐτῷ, κἂν πατὴρ ᾖ κἂν υἱὸς κἂν ἀδελφὸς κἂν οἰκεῖος. οὐ φείσεται γάρ σου, φησίν, ὁ ὀφθαλμὸς ἐπ’ αὐτῷ.

5. τοὺς μισοῦντας οὖν τὸν θεὸν μισεῖν χρὴ καὶ ὑμᾶς καὶ ἐπὶ τοῖς ἐχθροῖς αὐτοῦ ἐκτήκεσθαι· οὐ μὴν καὶ τύπτειν αὐτοὺς ἢ διώκειν, καθὼς

τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν κύριον καὶ θεόν, ἀλλ’ ἐχθροὺς μὲν ἡγεῖσθαι καὶ χωρίζεσθαι ἀπ’ αὐτῶν, νουθετεῖν δὲ αὐτοὺς καὶ ἐπὶ μετάνοιαν παρακαλεῖν, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν.

6. φιλάνθρωπος γάρ ἐστιν ὁ θεὸς ἡμῶν, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. διὸ τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει τὸν ὑετὸν ἐπὶ δικαίους καὶ ἀδίκους. οὗ τῆς χρηστότητος θέλων καὶ ἡμᾶς εἶναι μιμητὰς ὁ κύριος λέγει· Γίνεσθε τέλειοι, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.

IV. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. διὸ καὶ θαρρῶν γράφω τῇ ἀξιοθέῳ ἀγάπῃ ὑμῶν, παρακαλῶν ὑμᾶς μιᾷ πίστει καὶ ἑνὶ κηρύγματι καὶ μιᾷ εὐχαριστίᾳ χρῆσθαι· μία γάρ ἐστιν ἡ σὰρξ τοῦ κυρίου Ἰησοῦ καὶ ἓν αὐτοῦ τὸ αἷμα τὸ ὑπὲρ ἡμῶν ἐκχυθέν (εἷς γὰρ ἄρτος τοῖς πᾶσιν ἐθρύφθη καὶ ἕν ποτήριον τοῖς ὅλοις διενεμήθη), ἕν θυσιαστήριον πάσῃ τῇ ἐκκλησίᾳ καὶ εἷς ἐπίσκοπος ἅμα τῷ πρεσβυτερίῳ καὶ τοῖς διακόνοις, τοῖς συνδούλοις μου.

2. ἐπείπερ καὶ εἷς ἀγέννητος, ὁ θεὸς καὶ πατήρ, καὶ εἷς μονογενὴς υἱός, θεὸς λόγος καὶ ἄνθρωπος, καὶ εἷς ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ἓν δὲ καὶ τὸ κήρυγμα καὶ ἡ πίστις μία καὶ τὸ βάπτισμα ἓν καὶ μία ἡ ἐκκλησία, ἣν ἱδρύσαντο οἱ ἅγιοι ἀπόστολοι ἀπὸ περάτων ἕως περάτων ἐν τῷ αἵματι τοῦ Χριστοῦ οἰκείοις ἱδρῶσι καὶ πόνοις.

3. καὶ ὑμᾶς οὖν χρὴ ὡς λαὸν περιούσιον καὶ ἔθνος ἅγιον ἐν ὁμονοίᾳ πάντα ἐν Χριστῷ ἐπιτελεῖν. αἱ γυναῖκες τοῖς ἀνδράσιν ὑποτάγητε ἐν φόβῳ θεοῦ· αἱ παρθένοι τῷ Χριστῷ ἐν ἀφθαρσίᾳ, οὐ βδελυσσόμεναι γάμον, ἀλλὰ τοῦ κρείσσονος ἐφιέμεναι,

οὐκ ἐπὶ διαβολῇ συναφείας, ἀλλ’ ἕνεκα τῆς τῶν νόμων μελέτης. τὰ τέκνα πειθαρχεῖτε τοῖς γονεῦσιν ὑμῶν καὶ στέργετε αὐτοὺς ὡς συνεργοὺς θεοῦ εἰς τὴν ὑμετέραν γέννησιν. οἱ δοῦλοι ὑποτάγητε τοῖς κυρίοις ἐν θεῷ, ἵνα Χριστοῦ ἀπελεύθεροι γένησθε. οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ὑμῶν ὡς ὁμοδούλους θεῷ, ὡς οἰκεῖον σῶμα, ὡς κοινωνοὺς βίου καὶ συνεργοὺς τεκνογονίας. αἱ παρθένοι μόνον τὸν Χριστὸν πρὸ ὀφθαλμῶν ἔχετε καὶ τὸν αὐτοῦ πατέρα ἐν ταῖς ψυχαῖς φωτιζόμεναι ὑπὸ τοῦ πνεύματος.