Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

V. Ὑπερηφανίαν φεῦγε· ὑπερηφάνοις γὰρ ἀντιτάσσεται κύριος. ψευδολογίαν βδελύττου· ἀπολεῖς γὰρ πάντας τοὺς λα- λοῦντας τὸ ψεῦδος. φθόνον φυλάττου· ἀρχηγὸς γὰρ αὐτοῦ ἐστιν ὁ διάβολος καὶ διάδοχος ὁ Κάϊν, ἀδελφῷ βασκάνας καὶ ἐκ φθόνου φόνον κατεργασάμενος.

2. ταῖς ἀδελφαῖς μου παραίνει ἀγαπᾶν τὸν θεὸν καὶ μόνον ἀρκεῖσθαι τοῖς ἰδίοις ἀνδράσιν· ὁμοίως καὶ τοῖς ἀδελφοῖς μου παραίνει ἀρκεῖσθαι ταῖς ὁμοζύγοις. παρθένους φύλαττε ὡς Χριστοῦ κειμήλια. μακρόθυμος ἔσο, ἵνα ᾖς πολὺς

ἐν φρονήσει. τῶν πενήτων μὴ ἀμέλει, ἐν οἷς ἂν εὐπορῇς· ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.

VI. Σεαυτὸν ἁγνὸν τήρει ὡς θεοῦ οἰκητήριον· ναὸς Χριστοῦ ὑπάρχεις, ὄργανον εἰ τοῦ πνεύματος. οἶδας, ὅπως σε ἀνέθρεψα· εἰ καὶ ἐλάχιστός εἰμι, ζηλωτής μου γενοῦ· μίμησαί μου τὴν ἀναστροφήν. οὐ καυχῶμαι ἐν κόσμῳ, ἀλλ’ ἐν κυρίῳ. Ἥρωνι τῷ ἐμῷ τέκνῳ παραινῶ· Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω.

2. ὀναίμην σου, παιδίον ποθεινόν, οὗ φύλαξ γένηται ὁ μόνος ἀγέννητος θεὸς καὶ ὁ κύριος Ἰησοῦς Χριστός. μὴ πᾶσιν πίστευε, μὴ πᾶσιν θάρρει, μηδ’ ἐάν τις ὑποκορίζηταί σε· πολλοὶ γάρ εἰσιν ὑπηρέται τοῦ σατανᾶ, καὶ ὁ ταχὺ ἐμπιστεύων κοῦφος τῇ καρδίᾳ.

VII. Μέμνησο τοῦ θεοῦ, καὶ οὐχ ἀμαρτήσεις ποτέ. μὴ γίνου δίψυχος ἐν προσευχῇ σου· μακάριος γὰρ ὁ μὴ διστάσας. πιστεύω γὰρ εἰς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱόν, ὅτι δείξει μοι ὁ θεὸς Ἥρωνα ἐπὶ τοῦ θρόνου μου· πρόσθες οὖν ἐπὶ τῷ δρόμῳ.

2. παραγγέλλω σοι ἐπὶ τοῦ θεοῦ τῶν ὅλων καὶ ἐπὶ τοῦ Χριστοῦ, παρόντος καὶ τοῦ ἁγίου πνεύματος καὶ τῶν λειτουργικῶν ταγμάτων· φύλαξόν μου τὴν παραθήκην, ἣν ἐγὼ καὶ ὁ Χριστὸς παρεθέμεθά σοι, καὶ μὴ ἑαυτὸν ἀνάξιον κρίνῃς τῶν δοχθέντων περί σου θεῷ. παρατίθημί σοι τὴν ἐκκλησίαν Ἀντιοχέων. Πολυκάρπῳ παρεθέμην ὑμᾶς ἐν κυρίῳ Ἰησοῦ Χριστῷ.