Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

III. Χήρας τίμα, τὰς ὄντως χήρας. ὀρφανῶν προΐστασο· ὁ θεὸς γάρ ἐστιν πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν.

2. μηδὲν ἄνευ τῶν ἐπισκόπων πρᾶττε· ἱερεῖς γάρ εἰσιν, σὺ δὲ διάκονος τῶν ἱερέων. ἐκεῖνοι βαπτίζουσιν, ἱερουργοῦσιν, χειροτονοῦσιν, χειροθετοῦσιν· σὺ δὲ αὐτοῖς διακόνει, ὡς Στέφανος ὁ ἅγιος

ἐν Ἱεροσολύμοις Ἰακώβῳ καὶ τοῖς πρεσβυτέροις.

3. τῶν συνάξεων μὴ ἀμέλει· ἐξ ὀνόματος πάντας ἐπιζήτει. μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ καὶ ἀναστροφῇ.

IV. Οἰκέτας μὴ ἐπαισχύνου· κοινὴ γὰρ ἡμῖν καὶ αὐτοῖς ἡ φύσις. γυναῖκας μὴ βδελύττου· αὐταί σε γὰρ γεγεννήκασιν καὶ ἐξέθρεψαν. ἀγαπᾶν οὖν χρὴ τὰς αἰτίας τῆς γεννήσεως, μόνον δὲ ἐν κυρίῳ· ἄνευ δὲ γυναικὸς ἀνὴρ οὐ παιδοποιήσει· τιμᾶν οὖν χρὴ τὰς συνεργοὺς τῆς γεννήσεως.

2. οὔτε ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρός, εἰ μὴ ἐπὶ τῶν πρωτοπλάστων· τοῦ γὰρ Ἀδὰμ τὸ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων, τῆς δὲ Εὔας ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ·

3. καὶ ὁ παράδοξος δὲ τοκετὸς τοῦ κυρίου ἐκ μόνης τῆς παρθένου, οὐ βδελυκτῆς οὔσης τῆς νομίμου μίξεως, ἀλλὰ θεοπρεποῦς τῆς γεννήσεως· ἔπρεπε γὰρ τῷ δημιουργῷ μὴ τῇ συνήθει ἀποχρήσασθαι γενήσει, ἀλλὰ τῇ παραδόξῳ καὶ ξένῃ, ὡς δημιουργῷ.