Epistles
Ignatius of Antioch
Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.
πάντα οὖν ὑμῖν ἐν χάριτι περισσευέτω: ἄξιοι γάρ ἐστε. κατὰ πάντα με ἀνεπαύσατε, καὶ ὑμᾶς Ἰησοῦς Χριστός. ἀπόντα με καὶ πάροντα ἠγαπήσατε. ἀμοιβὴ [*]( a)moibh\ *b, a)moibei G, a)mei/yetai g(A), retribuat (=a)mei/boi (??)) L.) ὑμῖν ὁ θεός, δἰ ὃν πάντα ὑπομένοντες αὐτοῦ τεύξεσθε.
Φίλωνα καὶ Ῥέον [*](B has *ga/i=on and it is possible that this, also found in g, is right, but *(re/on is transcriptionally more probable.) Ἀγαθόπουν, οἳ ἐπηκολούθησάν μοι εἰς λόγον θεοῦ, καλῶς ἐποιήσατε ὑποδεξάμενοι ὡς διακόνους θεοῦ: [*](qeou= BA, xristou= qeou= G(L).) οἳ καὶ εὐχαριστοῦσιν τῷ κυρίῳ ὑπὲρ ὑμῶν, ὅτι αὐτοὺς ἀνεπαύσατε κατὰ πάντα τρόπον. οὐδὲν ὑμῖν οὐ μὴ ἀπολεῖται. [*](II Tim.1, 16)