Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἤτω, [*](h)/tw B, e)/stw Gg.) ὥσπερ ὅπου ἂν ᾖ Ἰησοῦς Χριστός, [*](*)ihs. *xr. BA, *xr. *)ihs. GL.) ἐκεῖ ἡ καθολικὴ ἐκκλησία. οὐκ ἐξόν ἐστιν χωρὶς τοῦ ἐπισκόπου οὔτε βαπτίζειν οὔτε ἀγάπην ποιεῖν: ἀλλ̓ ὃ ἂν ἐκεῖνος δοκιμάσῃ, τοῦτο καὶ τῷ θεῷ εὐάρεστον, ἵνα ἀσφαλὲς ᾖ καὶ βέβαιον πᾶν ὃ πράσσετε. [*](pra/ssete BSA(g), pra/ssetai GL.)

Εὔλογόν ἐστιν λοιπὸν ἀνανῆψαι ἡμᾶς, [*](h(ma=s Bg(SA) kai\ GL, it is reasonable to return to suberness, and ... to repent. ) ὡς ἔτι καιρὸν ἔχομεν εἰς θεὸν μετανοεῖν. καλῶς ἔχει, θεὸν καὶ ἐπίσκοπον εἰδέναι. ὁ τιμῶν ἐπίσκοπον ὑπὸ θεοῦ τετίμηται: ὁ λάθρα ἐπισκόπου τι πράσσων

262
τῷ διαβόλῳ λατρεύει.