In Arati et Eudoxi phaenomena commentariorum libri iii
Hipparchus
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894
Ὁ δὲ Ἄτταλος τούτου μὲν τοῦ παροράματος οὐκ ἐμνή- σθη, δεόντως εἰρηκέναι νομίζων τὸν Ἄρατον· ἐπιλαμβά- νεται δὲ αὐτοῦ, διότι ἀδυνάτως ἀνέστραπται ἐν τούτοις·
ταῦτα δὲ προενεγκάμενος ὁ Ἄτταλος ἐπιφέρει· „ἐν δὲ „τούτοις ἀδυνατώτερον ὁ ποιητὴς ἀνέστραπται, πολλάκις „ἐπὶ τὴν αὐτὴν διάνοιαν ἐπιφερόμενος καὶ οὐ δυνά- „μενος τὸν λόγον εὐπεριγράφως ἐξενεγκεῖν. βούλεται „γὰρ δηλῶσαι, διότι οἱ μεταξὺ τοῦ Κήτους καὶ τοῦ Πηδαλίου τεταγμένοι ὑποκάτω τοῦ Λαγωοῦ ἐν οὐδενὶ
„ἄστρῳ καταριθμοῦνται, ἀλλʼ εἰσὶν ἀνώνυμοι. πολλῶν „γὰρ ὑπαρχόντων ἀστέρων καὶ ἐνίων τὰ μεγέθη καὶ τὰ [*](2. στιχόωντο A. ||3. ωονομένων ἐτέων B in textu, sed ἀνο- μένων ἐτέων in marg. add. L (m. 3)P3, ἀνομένων εἰέων in marg. M (m. 1) V, ἀνυμένων ἐτέων edd. | οὐκέτʼ P1P2, οὐκ ἔτʼ cett. 4. ἢ οὐδʼ ἐνόησεν A, ἠδʼ ἐν. edd. || 5. κε δυνήσατο Vat., κε δυνήσαιτο P1P2, γʼ ἐδυνήσατο B edd || 6. οἱ ὅθι A. || 8. πάντες γε μὲν P1P2. | ἀμφιέλικτοι vulg. || 9. ἀείσατο A. || 10. ἐπιτάξʼ ἄλλῳ B (ἐπιτάξʼ ἅλλω M): signumʼ super ξ add. L (m. 3): ἐπιτὰξ, ἄλλῳ edd. || 11. εἴδεα A. ὀνομαστα (sic) hic et infra LP2V, ὀνόμ. M. | γένοιντο edd. || 12. οὐκέτι Vat., οὐκ ἔτι cett. | ἐν)
Δοκεῖ δέ μοι πᾶν τοὐναντίον ὁ μὲν Ἄτταλος μὴ κεκρατηκέναι τῆς τοῦ ποιητοῦ διανοίας, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἣν προέθετο διάνοιαν τῶν στίχων ἀποδοῦναι μηδὲ ταύτην σαφῶς, ἀλλʼ ἀσυνέτως ἐξενηνο- χέναι, ὁ μέντοι γε Ἄρατος κεκρατημένως ἀποδεδωκέναι.
βούλεται γὰρ λέγειν, ὅτι μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ Κήτους, ὑπὸ τὸν Λαγωόν, κεῖνται ἀστέρες ἀνώνυ- μοι, ὀλίγοι τῷ πλήθει καὶ τῷ μεγέθει· οὐ γὰρ οὕτως κεῖνται, ὥστε ἐκ τῆς θέσεως αὐτῶν ὁμοίως διαμορφω- θῆναι ζῷα ἢ κατασκεύασμά τι, οἷά ἐστι τὰ λοιπὰ ἄστρα,
ἃ διετύπωσέ τις τῶν ἀρχαίων. οὐκέτι δὲ ἐπεβάλετο πάντα διαμορφῶσαι· πολλῶν γὰρ ὄντων ἀστέρων τῶν κατʼ ἰδίαν διερριμμένων, οὐκ ἂν ἐδυνήθη ἑνὶ σχήματι μεταλαβεῖν αὐτοὺς „ἤλιθα μορφώσας·. διʼ ἣν αἰτίαν ἔδοξεν αὐτῷ τοὺς παρακειμένους πως ἀλλήλοις ἀστέρας καὶ ὁμηγερέας τῷ ὀνόματι διαπλάσαι καὶ ὀνοματο- ποιῆσαι.
Ἑξῆς δέ φησιν ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου·
νοτίου πόλου. ὁμοίως δὲ καὶ ὁ Ἄτταλος, ὡς ἂν συν- αποφαινόμενος αὐτῷ, ἀγνοεῖ. ἐξηγούμενος γὰρ τὴν διάνοιαν τῶν εἰρημένων στίχων λέγει οὕτως· ,,περὶ δὲ τοῦ Θυμιατηρίου ποιούμενος τὸν λόγον φησὶν ,,αὐτὸ κεῖσθαι πρὸς τὸν ἀφανῆ πόλον οὕτως ἔχον, ὡς ,,ἀστὴρ ὁ καλούμενος Ἀρκτοῦρος πρὸς τὸν φανερὸν „κεῖται πόλον. διό φησι τοῦ Θυμιατηρίου τὴν ὑπὲρ „γῆς φορὰν βραχεῖαν εἶναι, τοῦ δὲ Ἀρκτούρου πολλήν.“
Ψευδῶς δὲ διαλαμβάνουσι τὸν Ἀρκτοῦρον ἴσον ἀπέχειν ἀπὸ τοῦ βορείου πόλου καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ νοτίου. πρῶτον μὲν γὰρ οἱ ἐν τῷ Θυμιατηρίῳ ἀστέρες οὐκ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖνται, ἀλλὰ πολλῷ εἰσιν ἀλλήλων οἱ μὲν νοτιώτεροι, οἱ δὲ βορειό- τεροι· ἔπειτα ἐὰν τοῦτο παραπέμψαντες ποιώμεθα τὴν σύγκρισιν πρὸς τὸν μέσον μάλιστα τῶν ἐν τῷ Θυμιατηρίῳ, οὐδʼ οὕτως ἐστὶν ὑγιὲς τὸ λεγόμενον· ὁ μὲν γὰρ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου ἀπέχει μοίρας νθʹ, ὁ δὲ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρὸς
ἀστὴρ ἀπὸ τοῦ νοτίου πόλου ἀπέχει μοίρας μῶ. πολλῷ οὖν πλέον ἀπέχει ὁ Ἀρκτοῦρος τοῦ Θυμιατηρίου· καὶ [*](1. δή τοι B edd. || 2. πεύσεε Vat. P1. | ἀρκτούροις Vat., ἀρκτούριο M. || 13. πρὸς] περὶ edd. || 14. ὑπὲρ γῆν B. || 19. ἐπὶ τοῦ αὐτοῦ corr. Scal., ἐπὶ ταυτοῦ A, ἐπὶ τούτου τοῦ B edd. ||)
Εἰπὼν δὲ ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου, διότι, ἐπὰν συμφανὲς γένηται ἀπʼ ἄρκτου ,,νεφέλῃ πεπιεσ- μένον“, τότε δεῖ νότον προσδέχεσθαι, ἐπιφέρει ἑξῆς περὶ τοῦ Κενταύρου τὸν τρόπον τοῦτον·
ἐν δὲ τούτοις πρῶτον μὲν ποῖον ὦμον τοῦ Κενταύρου σημειοῦται, ἔστιν εἰπεῖν, ὡς οὐδαμῶς χωρὶς τοῦ ἑτέρου ὁ εἷς αὐτῶν ἠστέρισται, ἀλλʼ ἀμφότεροι, 〈οὐδʼ ἀμ- [*](1. πλέον A. || 5. 6. σπόνδ. B edd., praeterea σφόνδ. | μετὰ τὸ στῆθος post δεύτ. om. A. || 14. εἰ δέ τοι κεν A, εἰ δέ κεν edd. || 15. ὀλίγην AB. | γέ μεν A. | εἰλύε A, ἰλύϊ B, εἱλύει edd., εἱλύοι comi. Scal. || 16. μετʼ ὄπισθεν A. | φαίνοι] τεῦχε A, τεύχοι edd. 17. ἐπιπαμφ. B. || 18. εὕροιο A. | περισκοπέειν LM V, περισκο- πεύειν ed. pr. || 20. τοῦ δήιοι τοῦ μὲν B, τοῦ δήτοι τὰ μὲν edd 21. ἱππουραῖα A edd. | ἄγχουσιν Vat. || 23. σημειοῦται, ἔστιν])
ἀπʼ ἀνατολῆς πρὸς δύσιν. ἐὰν δὲ ὁ ὦμος τοῦ Κενταύρου ἴσον ἀπʼ ἀνατολῆς καὶ δύσεως ἀπέχῃ, περ ἐστὶ τὸ αὐτὸ τῷ ἀπὸ ἑσπερίης, ὃ δὴ γίνεται μεσουρανοῦντος αὐτοῦ, κἂν ἐπιγένηται τὰ ὅμοια σημεῖα τοῖς ἐπὶ τοῦ Θυτηρίου, τότε εὖρον, ἀλλʼ οὐ νότον δεῖ προσδέχεσθαι.
Χωρὶς δὲ τούτων ὁλοσχερῶς ἀγνοεῖ, λέγων τὸν Κένταυρον ὑπὸ τῷ Σκορπίῳ καὶ ταῖς Χηλαῖς κεῖσθαι· ὅλος γὰρ σχεδὸν ὑπὸ τῇ Παρθένῳ κεῖται, πλὴν ὅσον ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χεὶρ καὶ τὰ ἐμπρόσθια
σκέλη τοῦ ἵππου ὑπὸ τὰς Χηλὰς τέτανται. ὁ γὰρ ἑπό- μενος μάλιστα τῶν ἐν τῇ κεφαλῇ ἀστὴρ ἐπέχει Παρθένου μοίρας κθʹ, ὁ δὲ ἐπὶ τοῦ δεξιοῦ ὤμου ἐπέχει Χηλῶν μοίρας δʹ, ὁ δὲ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις σκέλεσιν ἐπέχει Παρθένου περὶ μοίρας ιγʹ. πῶς οὖν δυνατὸν τὰ μὲν ὅμοια τῷ ἀνθρώπῳ μέρη τοῦ Κενταύρου ὑπὸ τῷ Σκορπίῳ κεῖσθαι, τὰ δὲ ἱππούραια ὑπὸ ταῖς Χηλαῖς; παραπέμπει δὲ καὶ τοῦτο ὁ Ἄτταλος, ὡς εὖ εἰρηκότος αὐτοῦ.
Ἀκολούθως δὲ τούτοις ἠγνόηται καὶ τὸ ἐπιφερό- μενον παῤ αὐτοῦ·
Ἐν δὲ τοῖς ἐξῆς περὶ τῶν τροπικῶν καὶ τοῦ ἰση- μερινοῦ καὶ τοῦ ζῳδιακοῦ κύκλου λέγων φησίν·
„τερον.“ καὶ ὅτι γίνεται τοῦτο, καὶ Εὔδοξός φησι. λέγει γοῦν ἐν τῷ Ἐνόπτρῳ όὕτως· „φαίνεται δὲ „διαφορὰν τῶν κατὰ τὰς τροπὰς τόπων καὶ ὁ ἥλιος ,,ποιούμενος, ἀδηλοτέραν δὲ πολλῷ καὶ παντελῶς „ὀλίγην.“
Δοκεῖ δή μοι καὶ ἐν τούτοις ὁ Ἄτταλος ἀγνοεῖν, ὑπολαμβάνων τὸν ἥλιον ποτὲ μὲν νοτιωτέρας, ποτὲ δὲ βορειοτέρας ποιεῖσθαι τὰς τροπάς, καὶ διὰ τοῦτο δεῖν [*](1. περὶ τὴν ηʹ μοῖραν *] περὶ τὰ μέρη vulg.; περὶ τὰ πρῶτα μέρη coni. Maass. || 5. αἰώρηται AUr., αἰώρειται ed. pr. ||8. κύκλου om. B. || 9. δὲ πλατέες B. || 12. 13. ὁ Ἄτταλος — δὲ πλατέες)
ὁμοίως αὐτὸν παραλλάσσει. τούτου δὲ γινομένου ἔδει τὰς τῆς σελήνης ἐκλείψεις πολὺ διαφωνεῖν πρὸς τὰς συντασσομένας ὑπὸ τῶν ἀστρολόγων προρρήσεις, ὑποτιθεμένων γε δὴ αὐτῶν ἐν ταῖς πραγματείαις τὸ μέσον τῆς σκιᾶς φέρεσθαι ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου· οὐ διαφωνοῦσι δὲ πλέον ἢ δακτύλοις δυσί, σπανίως δὲ σφόδρα ποτὲ πρὸς τὰς χαριέστατα