In Arati et Eudoxi phaenomena commentariorum libri iii
Hipparchus
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894
Ἐπλανήθη δὲ ὁ Ἄτταλος διὰ τὸ τῷ ἐπὶ τοῦ Τοξότου εἰρημένῳ „ὁ δʼ ἀνέρχεται αὐτίκα μᾶλλον “συνάπτειν τὸ „τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος καὶ τὰ ἑξῆς. πλὴν εἴ τις καὶ τοῦτο συγχωρήσειεν αὐτῷ, οὐδʼ οὕτως δύναται ὁ Ἄρατος „μετρίως λέγειν, ὥς φησιν ὁ Ἄτταλος, τούτου ἀνατέλλοντος „ὕψι μάλα τροχάειν
τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου“. ταύτης γὰρ ,,ὕψι μάλα φερομένης καὶ μεσουρανούσης, οὐχ ὁ Τοξότης ἀνατέλλει, ἀλλʼ ὁ Ὑδροχόος. ἡ μὲν γὰρ κεφαλὴ τῆς Μικρᾶς Ἄρκτου ἐπέχει κατὰ τὸν παράλληλον τῷ ἰσημερινῷ κύκλον τὴν τελευτὴν τοῦ Σκορπίου· ταύτης δὲ 〈ἐπὶ τοῦ παραλλήλου〉 μεσουρανούσης, ἐν τῷ ζῳδιακῷ μεσουρανεῖ ἡ γ΄ μοῖρα τοῦ Τοξότου, ἧς μεσουρανούσης ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδ΄ ??,
ἀνατέλλει [τοῦ] Ὑδροχόου μοῖρα ιζ΄. ὅταν ἄρα ἡ κεφαλὴ τῆς Μικρᾶς Ἄρκτου μεσουρανῇ, 〈ἢ〉 ὅπερ [*](2. ἀστέρων Vat., ἄστρων cett. || 3. τοίνυν om. B edd. || 4. σημεῖά ἐστι νυκτὸς AP3, σημεῖα σημεῖά ἐστι νυκτὸς LMV)
Ὅτι δὲ οὐδʼ ὁ Ὠρίων ὅλος δύνει τοῦ Σκορπίου ἀρχομένου ἀνατέλλειν, ὡς ὅ τε Ἄρατος λέγει καὶ ὁ Ἄτταλος αὐτῷ συναποφαίνεται, ἀλλὰ μᾶλλον τοῦ Τοξό-
του, φανερὸν ἂν γένοιτο διὰ τούτων. ἐν γὰρ τοῖς περὶ τὴν Ἐλλάδα τόποις 〈καὶ〉 ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ιδ’ Ϟ”, ἄρχεται μὲν δύνειν κατὰ τὸν ἀριστερὸν πόδα δυνούσης Ταύρου μοίρας ζʹ, ἔσχατον δὲ δύνει κατὰ τὸν δεξιὸν ὦμον δυνούσης τῆς κδʹ
μοίρας τοῦ Ταύρου· εἰ δὲ καὶ τὸ κολλόροβον, ὃ ἒχει ἐν τῇ δεξιᾷ χειρί, προσλαβεῖν δεῖ, τῇ ἐσχάτῃ μοίρᾳ τοῦ Ταύρου συγκαταδύνει. δῆλον οὖν ὅτι, εἰ 〈τῷ〉 Ταύρῳ συγκαταδύνει, οὐ 〈τοῦ〉 Σκορπίου ἀνατέλλειν ἀρχομένου, ἀλλὰ τοῦ Τοξότου, ὅλος ὁ Ὠρίων κατα- δύνει.
Τὰ δὲ περὶ τοῦ Κηφέως λεγόμενα ὅτι συμφώνως τοῖς φαινομένοις Ἄρατος λέγει, καὶ οὐ διαφώνως, ὡς ὁ Ἄτταλος ὑπολαμβάνει, δῆλον ἂν γένοιτο διὰ τούτων.
ἄρχεται μὲν δύνειν τὰ νοτιώτερα αὐτοῦ μέρη τοῦ ἀεὶ φανεροῦ κύκλου ἀνατελλούσης τῆς η' μοίρας τῶν Χηλῶν, λήγει δὲ δύνοντα 〈ἀνατελλούσης〉 τῆς ιγʹ [*](1. ταὐτὸν τῷ coni Scal. || 2. ἢ] εἰ A. || 88. οὐδʼ ὁ*] οὔτε vulg 13. ιδ’ A. ||16. τὸν κολόβορον, ὄν A. |ὅ om. B ed. pr.; ὅπερ addi voluit Scal. || 18. συγκαταδύνειν edd., συγκαταδῦνον coni. Scal. || 19. Ταύρῳ] ταύρου A. || 22. περὶ κηφέως suprascribuntur)
Κηφέως. ἐπλανήθη δὲ ὁ Ἄτταλος, λέγων μὴ δύνειν τὸν Κηφέα, ἀλλʼ ἐκ τῶν ἐναντίων ἀνατέλλειν, ἀπεκ- δεξάμενος τοῦ ποιητοῦ τὸ βούλευμα, ὡς προείρηκα, καὶ ὑπολαβὼν τὸν Ἀρατον λέγειν, τοῦ Τοξότου ἀνα- τέλλοντος τόν τε Ὠρίωνα καὶ τὸν Κηφέα δύνειν.
Χωρὶς δὲ τῶν εἰρημένων ἀμφότεροι ἀγνοοῦσιν, ὅ τε Ἄρατος καὶ ὁ Ἄτταλος συναποφαινόμενος αὐτῷ, διότι δύνει ὁ Κηρεὺς τῇ ζώνῃ
ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὐχ οἶον ἕως τῆς ζώνης δύνει ὁ Κηφεύς, ἀλλʼ οὐδὲ ἕως τῶν ὤμων. οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες μόνον δύνουσιν· οἱ δὲ μοι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται, οὔτε δύνοντες, οὔτε ἀνατέλλοντες· ὁ μὲν γὰρ ἐν τῷ δεξιῷ ὤμῳ λαμπρὸς ἀστὴρ ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λε' Ϟ”, ὁ δὲ ἐν τῷ ἀριστερῷ ὤμῳ λαμπρὸς
ἀπέχει μοίρας λδ'δ''. ὅπου δέ ἐστιν ἡ μεγίστη ἡμέρα ὡρῶν ιδ’ Ϟ΄΄, ἐκεῖ ὁ ἀεὶ φανερὸς κύκλος ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λῆ, ἐν Ἀθήναις δὲ μοίρας λζ΄. δῆλον οὖν ὅτι βορειότεροι ἀεὶ φέρονται τοῦ ἀεὶ φανεροῦ κύκλου οἱ ἐν τοῖς ὤμοις κείμενοι τοῦ Κηφέως λαμπροὶ ἀστέρες ἤ, ὥς τινές 〈φασιν〉, ἐν ταῖς χερσὶ τοῦ Κηφέως, [*](2. τὰ δύνοντα μέρη *] τὰ δύο μέρη A, τὰ βʹ μέρη B edd. 4. ἀπεκδεξάμενος corr.Pet., ἀποδεξ. vulg. || 7. τόν τε] τότε Vat. 11. ἐπιξύει A. || 12. ἀλλὰ τά γʼ αὐτὸν ed. Maass, ἀλλὰ τά τʼ)
αστερίστων ὄντων. πολλῷ δὲ μεῖζον γίνεται τὸ ἀγνόημα, κἂν ὑποθώμεθα τὸ καθʼ ἑαυτὸ ἔγκλιμα τοῦ κόσμου· ὅπου γὰρ ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστι ιεʹ, ἐκεῖ ὅλος ὁ Κηρεὺς ἐν τῷ ἀρκτικῷ φέρεται.
Ἀγνοεῖ δὲ ὁ Ἄρατος καὶ ἐν τῷ ἀστερισμῷ τῆς Ἀργοῦς· φησὶ γὰρ αὐτῆς τὸ ἀπὸ τῆς πρῴρας μέρος ἕως τοῦ ἱστοῦ ἀναστέριστον εἶναι, λέγων οὕτως·
Ἐν δὲ τοῖς ἐφεξῆς ὁ Ἄρατος ἐπελθὼν τὰ λοιπὰ τῶν νοτιωτέρων ἄστρων τοῦ ζῳδιακοῦ, ἐπιφέρει ταυτί·
Κήτους κεῖσθαι τοὺς ἀνωνύμους ἀστέρας. δεῖ γὰρ [*](1. διωργυομένου P2 M, διωργυωμένου cett. | τῶν ?ὤμων αὐ- τῶν *] τῶν σωμάτων vulg.; τῶν λοιπῶν τοῦ σώματος coni. Scal. 2. τὸ ante ἀγν. om. A edd. 3. ὑποθ. καθʼ ἑαυτοὺς τὸ ἔγκλ. B τὸ κατʼ αὐτὸν ἔγκλ. coni. Scal. || 5. ἐντὸς τοῦ ἀρκτικοῦ leg. esse vid. || 11. φαείνει A. || 12. ἐν τῇ ἀποτ.*] ἐκ τῆς ἀποτ. vulg.||)
Ἀργοῦς. ἀπὸ δὲ τοῦ ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος ὁ Ποταμὸς ἕως μὲν τοῦ Κήτους πρὸς δύσιν καθήκει, μετὰ δὲ ταῦτα ἐπιστρέψας πρὸς ἀνατολὰς πάλιν ἐπι-
στρέφει πρὸς μεσημβρίαν καὶ δύσιν. αὐτὸς δὲ ὁ Ἄρατος τὸ Κῆτός φησι κεῖσθαι
μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου. καὶ Εὔδοξος δέ, ὡς ἡμεῖς φαμεν, οὕτω λέγει, ἐν μὲν τῷ ἑνὶ συν- τάγματι τὸν τρόπον τοῦτον· „ὑπὸ δὲ τὸ Κῆτος ὁ „Ποταμὸς κεῖται, ἀρξάμενος ἀπὸ τοῦ ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος· μεταξὺ δὲ τοῦ Ποταμοῦ καὶ τοῦ πηδα- „λίου τῆς Ἀργοῦς, ὑπὸ τὸν Λαγωόν, τόπος ἐστὶν οὐ
„πολύς, ἀμαυροὺς ἀστέρας ἔχων.“ ἐν δὲ τῷ ἑτέρῳ συντάγματί φησιν οὕτως· „μεταξὺ δὲ 〈τοῦ Ποταμοῦ „καὶ〉 τοῦ τῆς Ἀργοῦς πηδαλίου, ὑπὸ τὸν Λαγωόν, „ἀμαυροὺς ἀστέρας ἔχων, ἐστὶν οὐρανὸς οὐ μέγας.“