De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)

Philo of Byblos

Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.

Ἀπόνοια Ἀνοίας διαφέρει. Ἀπόνοια μὲν γὰρ μανία τίς ἐστιν καὶ ὑπερηφανία μισουμένη· ἡ δὲ Ἄνοια, στέρησις φρενῶν οὖσα, ἐλεεῖται μᾶλλον ἢ μισεῖται.

Ἀμύνεσθαι καὶ Ἀμύνειν διαφέρει. Ἀμύνεσθαι γάρ ἐστι τὸ κολάζειν τοὺς ἀδικήσαντας· Ἀμύνειν δὲ, τὸ βοηθεῖν.

Ἀτελὲς καὶ Ἀτέλεστον διαφέρει. Ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον· Ἀτέλεστον δὲ, τὸ μὴ δυνάμενον τελεσθῆναι.

Αἰτῶ καὶ Αἰτοῦμαι διαφέρει. τὸ μὲν γὰρ Αἰτῶ, ἐπὶ τοῦ λαβεῖν καὶ μὴ ἀποδοῦναι· τὸ δὲ Αἰτοῦμαι ἐπὶ τοῦ χρῆσθαι εἰς ἀπόδοσιν. ὡς καὶ Μένανδρος διαστέλλει τὴν διαφορὰν,

Οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος.
οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσι.

Αἰδὼς καὶ Αἰσχύνη διαφέρει. Αἰδὸς μὲν γάρ ἐστιν ἡ ἀτροπὴ πρὸς ἕκαστον οὕτω σεβασμίως ἔχειν· Αἰσχύνη δὲ, ἐφ’ οἷς ἕκαστος ἁμαρτάνων αἰσχύνεται. ὡς τὸ, Αἰδεῖται μὲν τὸν πατέρα, Αἰσχύνεται δὲ μεθύσκεσθαι.